1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

24

ἀπρόσδεκτος· Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. [ξοδ. φ. 82 α.] Ἢ τοῦτό φησιν, ὅτι τοῦ Θεοῦ ἐστι τὸ καταστῆσαι τὸν γάμον· πολλῷ γὰρ μεῖζον τοῦτο ἐκείνου, χρημάτων λέγω· ἢ αὐτὸν τὸν γάμον φησὶ καὶ τὸ πρᾶγμα, ἢ μέγα δεῖξαι βουλόμενος τὸ γυναικὸς ἐπιτυχεῖν ἀγαθῆς. Ὃς φυλάσσει ἐντολήν. Ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν αἱ ἐντολαὶ, λέγονται μαρτύρια. ∆ιὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς, ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ, οὐκ ἀτιμώρητος ἔσται. ∆ανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν. [ιβιδ.] Κἂν γὰρ μὴ εὐθέως ἀπολάβῃς, μὴ θορυβοῦ. Ὅσον ἀναβάλλεται, τοσοῦτον τὸν τόκον αὔξει· κατὰ δὲ τὸ δόμα αὐτοῦ, οἷον ἐὰν πολὺ ᾖ, πολύ· ἐὰν ὀλίγον, ὀλίγον. Τὸ δὲ πολὺ καὶ ὀλίγον, οὐ τῷ μέτρῳ τῶν διδομένων ὁρίζεται. Ἢ Θεῷ δανείζει ὡς οἰκειουμένου Θεοῦ τὰ εἰς ἐκεῖνον διδόμενα. Κατὰ δὲ τὸ δόμα, οἷον κατὰ τὴν διάθεσιν τοῦ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· οὐ γὰρ τὰ διδόμενα, ἀλλὰ τὴν διάθεσιν· Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται. Ζημιωθήσεται αἴσθησιν καὶ γνῶσιν. Ὁ δὲ τῆς κακίας ἑτέροις μεταδιδοὺς, καὶ τὴν φυσικὴν παρὰ Θεοῦ ἔννοιαν ζημιωθῇ, εἰς ἀλογίαν καταπεσών. Ἄκουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου. [ξοδ. φ. 82 β.] Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· παιδείαν δὲ τὴν πρὸς τὰς ἐντολὰς αὐτοῦ πολιτείαν καὶ ἐπίγνωσιν δηλοῖ. Τὸ δὲ, ἐπ' ἐσχάτων, οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Καρπὸς ἀνδρὸς ἐλεημοσύνη. [ξοδ. φ. 83 α.] Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην. Αὐλισθήσεται ἐν τόποις. Τουτέστι περιιὼν πανταχοῦ, τοιοῦτον ἕξει τόπον. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὑτοῦ χεῖρας ἀδίκως. Τουτέστιν ὁ ἁρπάζων καὶ κλέπτων, ἄκαρπος ἔσται· ἀλλὰ καὶ ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐ 64.724 τοῦ τὰς χεῖρας ἀδίκως. Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἔχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπ' οὐρανῶν· οὐ δύναται οὖν οὐδὲ τὴν ἀρχὴν, οὔτε ὠφεληθῆναι ὀκνηρὸς ὤν. Ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον. Ἐλέγχει δέ τις φρόνιμον ἢ ἐπιτιμῶν, ἢ τῶν λόγων προσφέρων τὰς ἀποδείξεις. Οὐδὲ τῷ στόματι οὐ μὴ προσενείκῃ αὐτάς. Ὅρα αὐτοῦ τοῦ σχήματος τὸ ἀκαταγέλαστον. Ὁ ἀτιμάζων πατέρα, ἐπονείδιστος ἔσται. [ιβιδ.] Ἀκαθάρτους ἐν ψυχῇ γεννᾷ λογισμοὺς, ὁ μὴ τὰς ἐντολὰς τηρῶν τοῦ ἐπὶ πάντων πατρὸς, ἀλλ' ἀπολιπὼν ἑαυτὸν ἐξ αὐτῶν. Ὁ ἐγγυώμενος παῖδα ἄφρονα, καθυβρίσει δικαίωμα· τὴν ἐγγύην δικαίωμα καλῶν, ἢ τὴν φιλανθρωπίαν αὐτήν· ἢ ἀντὶ τοῦ, εἰς τὸν νόμον αὐτὸν ἐμπαροινεῖ. Στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. Εἰσὶ γὰρ αὐτοκατάκριτοι μὴ ἔχοντες ἀπολογίαν δι' ἣν ἥμαρτον· καταπίνουσι κρίσεις καὶ οἱ φάσκοντες μὴ εἶναι κρίσιν.

ΚΕΦΑΛ. Κʹ.

Μέγα ὁ ἄνθρωπος, κ. τ. λ. [ξοδ. φ. 44 α.] Μέγα ὁ ἄνθρωπος καθ' ὃ κατ' εἰκόνα Θεοῦ ἐγένετο· εἰ δὲ προσλάβοι τὸ πρακτικὸν, ἐν ᾧ τὸ ἐλεεῖν, ἀνὴρ τίμιος γίνεται· τὸν δὲ ἐν πίστει καὶ ἐπιστήμῃ τοῦτο ποιοῦντα, ἔργον εὑρεῖν. Μακαρίους τοὺς παῖδας αὑτοῦ καταλείψει. [ξοδ. φ. 84 β.] Ὁ φυλάσσων τὰ πρὸς Θεὸν καὶ πρὸς ἀνθρώπους δίκαια, τοὺς ἀκούοντας αὐτοῦ καὶ ἑαυτὸν σώσει. Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ∆ιττὴ ἡ κακία ἀπεναντίας τῇ ἀρετῇ· ἧς ἡ μὲν, θεωρητικὴ, ἡ δὲ πρακτική· τὸ δὲ τίς, ἐπὶ τοῦ σπανίου· σπάνιον γὰρ εὑρεῖν τινα πράξει καὶ θεωρίᾳ καθαρόν. Σημαίνει καὶ τὸ ἀδύνατον· ὡς ἐν τῷ, Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Σημαίνει καὶ πεῦσιν· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ∆ηλοῖ καὶ τὸ ἄτομον· ὡς τό· Ἄνθρωπός τις ἦν εὐγενής. -