1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

2

γινώσκων ὅτι πνευματικῶς ἀνακρίνεται· ὅσα γὰρ διὰ παραβολῆς καὶ σκοτεινῶς τὸ ἅγιον Πνεῦμα διὰ τῶν προφητῶν ἐλάλησε, ταῦτα τοῖς μετόχοις καὶ κοινωνοῖς τοῦ ἁγίου Πνεύματος ὑπάρχουσιν, εὔγνωστα γίνεται ὑπ' αὐτοῦ τοῦ Πνεύματος ἐκδιδασκόμενα· ἀσφράγιστος γὰρ ἀκυβέρνητος, τὰς θείας Γραφὰς ἐπιγνῶναι οὐ δύναται. Εὐσέβεια εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. [ξοδ. φ. 6 α.] Ἡ πρὸς Θεὸν εὐσέβεια, ἀρχή ἐστι, καὶ οἷον πηγὴ καὶ αἰτία τῆς θείας αἰσθήσεως τῆς κατὰ τὸν ἔσω ἄνθρωπον, δι' ἧς ὁρῶμεν τὸ φῶς τὸ ἀληθινὸν, καὶ τῶν κεκρυμμένων λογίων ἀκούομεν, 64.664 καὶ τρεφόμεθα τὸν ἄρτον τῆς ζωῆς, ἀντιλαμβανόμεθά τε τῆς εὐωδίας τοῦ Χριστοῦ, καὶ ἁπτόμεθα τοῦ λόγου τῆς ζωῆς ταύτης ἢ ὅτι τῆς εὐσεβείας προσούσης ἡμῖν, καὶ αἱ σωματικαὶ αἰσθήσεις ἐνεργοῦσι τὸ δέον· καὶ τότε σύνεισιν ἡμῖν, ὅταν μὴ πονηρὰ ὁ ὀφθαλμὸς ὁρᾷ, ἢ τὸ στόμα φθέγγεται. Ἄκουε, υἱὲ, νόμους πατρός σου, κ. τ. λ. [ξοδ. φ. 6. α.] Τουτέστι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων· θεσμοὺς μητρὸς, τῆς σε ἀναγεννησάσης σοφίας, ἥτις ὡς μήτηρ καὶ τιθηνὸς ἡμῶν γίνεται, γαλουχοῦσα ἡμᾶς καὶ ἀνατρέφουσα ἐν τοῖς λόγοις καὶ ἐντολαῖς τοῦ Θεοῦ. Στέφανον γὰρ χαρίτων δέξῃ. [ιβιδ.] Ἐὰν γὰρ τηρήσῃς ἐν καρδίᾳ πιστῇ τὸν νόμον τοῦ πατρός σου, καὶ φυλάξῃς τὰς ἐντολὰς τῆς μητρός σου, στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσειόν ποτε ἐν τῇ ἀναστάσει τῶν δικαίων, ἐν τῇ ἐπουρανίῳ καὶ ἀφθάρτῳ βασιλείᾳ δοξαζόμενος καὶ στεφανούμενος ὑπὸ Χριστοῦ, ἐὰν ἀξίως τοῦ στεφάνου ἀγωνίσῃ· οὐδεὶς γὰρ ἀθλητὴς στεφανοῦται, ἐὰν μὴ ἐγκρατῶς καὶ νομίμως ἀθλήσῃ. Μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς. [ξοδ. φ. 7. α.] Τὰ συμβάντα ἐπὶ τοῦ Χριστοῦ μυστήρια διὰ Ἰουδαίων φησὶ, καὶ πῶς κοινὸν βαλάντιον Ἰούδας τοῖς Ἰουδαίοις ἐκτήσατο λακήσας μέσον. Τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλάβωμεν, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων. [ξοδ. φ. 8. α.] Κτῆσις δικαίου, σοφία καὶ φρόνησις, ἣν καταλαμβάνονται ἀσεβεῖς, πείθοντες τὸν δίκαιον ποιῆσαί τι τῶν ἀπηγορευμένων, ἵν' ὑπὸ τῆς ἁμαρτίας ὁ νοῦς τυφλωθεὶς ἐκπέσῃ τῶν ἁγίων τούτων κτημάτων· φήσαιεν ἂν τοῦτο καὶ οἱ εἰπόντες· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν αὐτοῦ τὴν κληρονομίαν· σκυλεύουσι δὲ οἱ δαίμονες οὓς νικῶσι, λαμβάνοντες ἀπ' αὐτῶν τὴν θείαν πανοπλίαν, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τὸν θώρακα, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ· οἶκοι δὲ αὐτῶν εἶεν ἂν αἱ τῶν πονηρευομένων ἐκκλησίαι, ἃς ἐμπλῆσαι βούλονται σκύλων. Μὴ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν. [ξοδ. φ. 8. β.] Οὐκ εἶπε, Μὴ πράξῃς, ἀλλὰ μηδὲ πορευθῇς· ἐὰν δὲ καὶ ὁρμήσῃς, ἔκκλινον εὐθέως· εἰς γὰρ φόνον τρέχουσιν· εἰ δὲ ἁλῷς τῇ παγίδι, καί τοι τὸ πρᾶγμα οὐκ ἀνάγκης ἦν, ἀλλὰ θελήσεως, θησαυρίζεις σεαυτῷ ἀπώλειαν, τῇ τοῦ πλείονος ἐπιθυμίᾳ, τὸν κεκρυμμένον ὄλεθρον τῇ παγίδι μὴ ἐνιδών· πέπονθεν οὖν ταυτὸν, φησὶ, τοῖς ὀρνέοις δικαίως, ἃ πτερὰ ἔχοντα καὶ δυνάμενα ἵπτασθαι, περὶ γῆν στρέφονται· καὶ σὺ λογισμὸν ἔχων, καὶ δυνάμενος ὑψηλὸς εἶναι, εἰ μὴ βουληθῇς, οὐκ ἀδίκως ἀπολῇ· ἢ δίκτυον λέγει τὸ πολυσχιδὲς τῶν τιμωριῶν, ᾧ ὑποβάλλονται οἱ ἄδικοι. Ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν. [ξοδ. φ. 9. β.] Καὶ εἰ μὴ κατήγορον ἔχει, εὐσέβεια ἡ εἰς Θεὸν, ἀρχὴ αἰσθήσεως. Ὅταν ἐπικαλέσησθέ με, κ. τ. λ. 64.665 [ξοδ. φ. 10. α.] Τοῖς ἀπίστοις καὶ ἀπειθοῦσι τῷ ὀνόματι αὐτοῦ ἠπείλησεν· οὕτω καὶ ∆αβίδ· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς· ἔσται γὰρ ὅταν ἐπικαλέσησθε, ἐγὼ δὲ οὐκ εἰσακούσομαι. Καὶ διὰ Ἡσαΐου· Ἐὰν ἐκτείνητε τὰς χεῖρας πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἐφ' ὑμῶν. Ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. [ξοδ. φ. 11. α.] Ἐξ ἑαυτῶν ἕξουσι τὰς τιμὰς, καὶ τοὺς τῶν καρπῶν αὐτῶν πόνους φάγονται· μὴ γὰρ παρ' ἐμοῦ αὐτοῖς τὸ δεινόν; αὐτοὶ ἑαυτοῖς