1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

12

γὰρ ἐξέτασις γένηται τῶν εἰς ἡμᾶς τοῦ Θεοῦ καὶ τῶν ἡμετέρων, τίς ἐνώπιον αὐτοῦ δικαιωθήσεται, κἂν αὐτοῦ τοῦ ἡλίου καθαρώτερός τις ᾖ; Εἴη δ' ἂν δίκαιος μὲν, ὁ πρακτικός· ἀσεβὴς δὲ, ὁ Θεὸν μισῶν· ἁμαρτωλὸς, ὁ περὶ τὰς πράξεις πονηρός.

ΚΕΦΑΛ. ΙΒʹ.

Ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, κ. τ. λ. [ξοδ. φ. 55 β.] Ὁ τὴν ἠθικὴν παίδευσιν ἀγαπῶν, γνώσεώς ἐστιν ἐραστὴς τῆς γυμναζούσης τὰ αἰσθητήρια πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ· ὁ δὲ ἀποστρεφόμενος τὴν ἐπίγνωσιν, διὰ παντὸς ἀγνοεῖν βουλόμενος, ἀφραίνει. Ὥσπερ γὰρ ὁ μὴ θέλων θεραπευθῆναι, νοσώδης γίνεται, οὕτω καὶ οὗτος ἄφρων. Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ· ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. [ξοδ. φ. 56 α.] Τὸ, κρείσσων, οὐ συγκριτικὸν, ἀλλ' ἀντὶ τοῦ ἀγαθός ἐστι· τίς γὰρ πρὸς τὸν παράνομον σύγκρισις, τοῦ παρὰ Κυρίῳ χάριν εὑρίσκοντος; Τὸ δὲ παρασιωπηθήσεται, ἀντὶ τοῦ οὐδὲ λόγου ἀξιωθήσεται, παρὰ τῷ Κυρίῳ δηλονότι. Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου. Ὅρα πῶς ποτὲ μὲν ἀπὸ τῆς τοῦ Θεοῦ ψήφου, ποτὲ δὲ ἀπὸ τῆς τῶν ἀνθρώπων πραγμάτων ἐνάγει· ἐξ ἀνόμου οὐδὲν κατορθώσει· ἐν ἀνομίᾳ πάντα διεστραμμένα. Γυνὴ ἀνδρεία, στέφανος τῷ ἀνδρὶ αὐτῆς, κ. τ. λ. [ξοδ. φ. 56 α.] Συνεχῶς λέγει καὶ τὰ καλὰ καὶ τὰ ἐναντία κεῖσθαι ἐν ταῖς γυναιξὶν, ἐπειδὴ διηνεκοῦς ἰατρείας δεῖται. Μέλλων οὖν ἄγεσθαι γυναῖκα, μὴ βίου κοινωνὸν ζήτει μόνον, ἀλλὰ καὶ ἀρετῆς· οὐκ ἔστι γὰρ γυναικὸς διεφθαρμένης, τὸν ἄνδρα μὴ συναπόλλυσθαι· ὥστε ἀρετὴν ζήτει, μὴ χρήματα· ἡ μὲν καλὴ, στέφανος δόξης γενήσεται ἀνδρικὴ οὖσα· ἡ δὲ φαύλη παραπλησίως σκώληκι ἐν αὐτῇ καθημένη τῇ καρδίᾳ, ἠρέμα καὶ κατὰ μικρὸν διαφθείρει· καὶ τὸ τοῦ δεινοῦ χαλεπώτερον, οὐδὲ ὁρωμένη τοῖς ἔξωθεν, ἀλλ' ἔνδον τὸν ἰὸν ἐναφίησι, καὶ δαπανᾷ τὴν ἀθλίαν ψυχήν. Ἢ καὶ ἄλλως· ἡ μὲν ἀρετὴ τὸν ἑαυτῆς κοσμεῖ ἡ δ' αὖ κακία, τὸν κακὸν ἐφύβριστον ἔτι ποιεῖ. 64.692 Λογισμοὶ δικαίων κρίματα· κεκριμένοι γάρ εἰσι καὶ ἁπλοῖ· ἢ ὅτι πάντοτε Θεοῦ κρίματα καὶ ἐντολὰς μελετῶσιν οἱ δίκαιοι· ἢ κρίματα ἐργάζονται κατὰ νοῦν πάντοτε· κάθηται γὰρ κριτὴς ὁ νοῦς ἡμῶν, κρίνων ἑκάστην ἀρετὴν μετὰ τῆς ἀντιδιατιθεμένης αὐτῷ κακίας· καὶ τὴν μὲν καταδικάζει, τὴν δὲ δικαιοῖ. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ. [ξοδ. φ. 57 α.] Ἐπειδὴ πολλοὶ τὴν ἐργασίαν οὐχ ὡς ἐπίπονον φεύγουσι μόνον, ἀλλὰ καὶ ὡς αἰσχρὰν, πρῶτον μὲν ἔπεισεν αὐτοὺς πρὸς τὸν μύρμηκα τοὺς ἀνθρώπους ὁρᾷν, νῦν δὲ καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν· τί λέγεις; ἀτιμία τὸ πρᾶγμά ἐστιν; καὶ πόσῳ βέλτιον, ἀτιμίαν ἢ λιμὸν ὑπομένειν; διὰ τί γὰρ ἀτιμία; μὴ ἑτέρῳ δουλεύεις, οὐχὶ σεαυτῷ; κἂν μυρίοις δουλεύῃς, οὐκ ἐκείνοις δουλεύεις ἀλλὰ σεαυτῷ· εἰ μὴ γὰρ σεαυτὸν ἀπαλλάξαι ἐσκόπεις λιμοῦ [ιτα ξοδ.], οὐδ' ἂν ἐποιήσω λόγον ἐκείνων· ὥστε σὺ καρποῦσαι τὸ κέρδος τῆς δουλείας· οὐκοῦν ἑαυτῷ δουλεύεις. Οὐχ ὁρᾷς τοὺς στρατιώτας; ἕκαστος τούτων ἑαυτῷ δουλεύει· καὶ ὁ χειροτέχνης. Μὴ τοίνυν ἀγανάκτει· σὺ σαυτοῦ δεσπότης εἶ, καὶ οὐχ ἕτερός τις. Οὐχ ὁρᾷς τοὺς πένητας οὐδενὶ δουλεύοντας; ἄρα κἀκεῖνοι ἑαυτοῖς δουλεύουσι· ποία δὲ τιμὴ, ὅταν ἄρτου προσδέονται; ∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ. Φιλανθρωπίας γυμνάσιον γὰρ, τὸ ἐν τοῖς ἀλόγοις ἐθίζεσθαι τὴν πρὸς τὸν ὁμόφυλον συμπάθειαν· ὁ γὰρ ἐλεῶν ταῦτα, πολλῷ πλέον ἀδελφόν· ἄλλως δὲ κτήνους δίκην, καὶ οἱ τὴν φύσιν νωθρότεροι· οὓς οἰκτείρων, διδάσκει καὶ ὠφελεῖ· δικαιοσύνη δὲ ματαία ἐστὶ, τὸ περὶ τὰ μηδὲν ὠφελοῦντα πτοῆσθαι. -Τί λέγεις; ὁ δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὑτοῦ; Ναί· καί γε ἐνταῦθα,