1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

6

καταστήσας ἀπῴκισεν εἰς Βαβυλῶνα Ἰεχονίαν καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ. ἐξήνεγκε δὲ καὶ τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομῶν ἐν ναῷ κυρίου. Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας πατράδελφος αὐτοῦ ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι κυρίου, καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ ἦλθε πάλιν Ναβουχοδονόσορ, καὶ τὴν μὲν πόλιν πᾶσαν παραλαβὼν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν χειρωσάμενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ' ὀφθαλμοὺς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγεν. Μετὰ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἔτη μβʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου· διὸ καὶ ἐπάταξεν αὐτὸν ὁ θεός, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασσά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασσὰ ἔτη κδʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ἐν πολέμῳ. 19 Μετὰ δὲ Βαασσὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ζαμβρῆ. Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρῆ ἔτη ιβʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐκαύθη ὑπὸ τῶν πολεμίων οἴκῳ προσφυγών. Μετὰ δὲ Ζαμβρῆ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Μετὰ δὲ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ πεσὼν ἐκ τοῦ ὑπερώου τοῦ οἴκου αὐτοῦ ἀπέθανεν. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ. ἐφ' οὗ ἀνελήφθη ὁ μέγας Ἠλίας, ὁ δὲ Ἐλισσαῖος τὸ Ἱεριχούντιον ὕδωρ πικρὸν ὂν φύσει καὶ δύσποτον ἰάσατο. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ἀμεσίου ἔτη κηʹ,καὶ εἰσερχόμενος ἐν τῇ πόλει Σαμαρείας εἶδε προκύψασαν Ἰεζάβελ διὰ τῆς θυρίδος κεκαλλωπισμένην, καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτήν, ἣ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀχαάβ, καὶ μετὰ πανουργίας συναθροίσας πάντας τοὺς ἱερεῖς καὶ προφήτας τοῦ Βάαλ πάντας ἀναιρεθῆναι προσέταξεν, καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. 20 Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ ἔτη κζʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιδʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν. ἐφ' οὗ Ἐλισσαῖος ἐτελεύτησε προφητεύσας αὐτοῦ τὴν προτέραν διὰ συμβόλων νίκην κατὰ Σύρων. τοῦ δὲ προφήτου θαπτομένου ἐν τῷ μνημείῳ νεκρός τις ἐν τῷ αὐτῷ τάφῳ πλησιάσας τοῖς μακαρίοις ὀστέοις αὐτοῦ ἀνέστη. Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη λδʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπέθανεν. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας υἱὸς αὐτοῦ μῆνας ʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ μῆνα αʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Μαναΐμ. Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναῒμ ἔτη γʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεσίου. Μετὰ δὲ Μαναῒμ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Φακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ ἔτη κʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐσφάγη ὑπὸ Ὠσηέ. Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ, καὶ ποιῶν τὸ πονηρὸν ἀπέθανεν. Μετὰ δὲ τοὺς εἰρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσεν, 21 ὡς εἴρηται, Ναβουχοδονόσορ ἔτη κζʹ. καὶ διὰ τὸ ἐπαρθῆναι κατὰ θείαν ὀργὴν ἐξ ἀνθρώπων ἐκδιωχθεὶς καὶ μετὰ θηρίων οἰκήσας καὶ χόρτον φαγών, ὕστερον ἐπιγνοὺς τὸν τῶν ὅλων θεὸν πάλιν ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ λαμπρότερος γέγονε. Μετὰ δὲ Ναβουχοδονόσορ ἐβασίλευσεν Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ὁ ἀδελφὸς αὐτοῦ ἔτη γʹ, ὃς μιάνας τὰ ἱερὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ αὐτοῦ, ἅπερ