1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

6

βασιλεῦσι χρησίμη, τοῖς δὲ ἰδιώταις ἄχρηστος· ἴσως καὶ τούτων κἀκείνων τὸ πλῆθος θεραπεύει αὐτῆς τὸ φάρμακον· τῇ φύσει κάμνει, οὐχὶ ταῖς τιμαῖς· τοιοῦτος ἔσο καὶ σὺ, μὴ τιμῶν πρόσωπον, ἀλλὰ πραγμάτων φύσιν· καί τοι τί καλὸν ἔχει ἐν τῷ σώματι; οὐδέν· ὥστε ἵνα μὴ ἔχῃ ὀκνηρὸς εἰς ἀσθένειαν καταφυγεῖν, παρέλαβε ζῶον πάντων ἀσθενέστερον, ἀναιρῶν αὐτοῦ τὴν ἀπολογίαν. -Ποθεινή τέ ἐστι, καὶ τοῖς οὐκ ἔχουσιν, οὐδὲ κεκτημένοις· καθ' ἑκάστην ἡμέραν ἐν ἀγροῖς, ἐν πόλεσι, πάντας μυρία τοῦ γένους τούτου διερχομένους ἐγκώμια ἀκουσόμεθα. Παραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία, καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς. [ξοδ. φ. 31. β.] Οὐδὲν ἑκουσίου [νυμ ἀκουσίου ?] πενίας χαλεπώτερον, ἣ τῷ ἀργῷ τάχιστα παραγίνεται, τοὺς ἀγαθοὺς περὶ τὸν δρόμον τῇ ταχύτητι νικῶσα· ταῦτα δέ ἐστι πενία καὶ ἔνδεια· ἡ πενία μὲν, στέρησις γνώσεως· ἔνδεια δὲ, σπάνις ἀρετῶν. - ̓Ιδὲ τῆς ἐργασίας τὴν τελειότητα· οὐ παιδεύῃ παρὰ τῶν ἀλόγων; μάθε παρὰ τῆς πείρας τῶν πραγμάτων· ἀπεύχῃ τῶν ἀλόγων φανῆναι ἀλογώτερος. Οὐκοῦν καὶ τὴν πενίαν φεῦγε. Φορτικὸν ἐργασία; ἀλλ' ὅρα αὐτῆς τὸ τέλος. Ἡδὺς ὁ ὄκνος; ἀλλὰ σκόπει τὸ πέρας· μὴ τὰς ἀρχὰς τῶν πραγμάτων καταμανθάνωμεν, ἀλλὰ ποῦ τελευτῶσι βλέπωμεν· ὁ ἐξιὼν ἐκ τῆς οἰκίας οὐ βούλεται ἐπὶ τῆς ὁδοῦ μένειν, ἀλλὰ καὶ ἐν τῇ ἀρχῇ τῆς ἐξόδου ὢν, τῷ τέλει προσέχει· δι' ἐκεῖνα καὶ τὴν ἀρχὴν ποιεῖται, ὥστε τῆς ἀρχῆς τὸ τέλος ἀνύσαι· σὺ δὲ τοὐναντίον ποιεῖς. Ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησι πόλει. [ξοδ. φ. 32. α.] Βαβαὶ, ὅσην ἔχει τὴν ἰσχὺν, ἐν παντὶ καιρῷ; κἂν γὰρ ἀγαθόν τι βούληται σημᾶναι, ὁ τῆς σημασίας τρόπος ὑποψίας μεστός· συγκρούων πλήθη, καὶ πόλεις ὅλας ἀναστάτους ποιῶν· ὁ τοιοῦτος οὐκ ἔχει πνεῦμα εἰρηνικὸν, οὐδὲ ἤκουσεν Ἰησοῦ λέγοντος· Μακάριοι οἱ εἰρηνοποιοί· διδάσκει δὲ διὰ τούτων μηδενὶ διδόναι λαβήν. Ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δίκαιον. [ιβιδ.] Τῶν μελῶν τοῦ σώματος ἐκ μέρους πρὸς τὸ κακὸν ἐνεργείας σημαίνει· ὅπερ οὖν ἐν σώμασιν ὀφθαλμὸς, καὶ γλῶττα, καὶ χεῖρες, τοῦτο ἐν τῇ ψυχῇ λογισμὸς, ὁρμὴ, καὶ κρίσις· οὐχ ἁπλῶς δὲ ἡμῖν ταῦτα κατέλεξεν, ἀλλ' ἵνα μάθωμεν αὐτὰ σωφρονίζειν διὰ τοῦ φεύγειν τὴν μίμησιν. - Ἐκχέουσιν αἷμα δίκαιον, οἱ τὸ αἷμα τοῦ Κυρίου πίνοντες καὶ αἰσχραῖς μολυνόμενοι πράξεσιν. Καρδία τεκταινομένη λογισμοὺς κακούς. [ξοδ. φ. 32. β.] Ὅταν γὰρ ἀκάθαρτος ᾖ ἡ καρδία, καὶ τὰ μέλη πεποίηκεν ἀκάθαρτα· ἐξέχεε γὰρ ἔξω τὸν ἰόν. -Καλῶς εἶπεν ἐκκαίει· πῦρ γάρ ἐστι τὸ ψεῦδος διϊστῶν τοὺς ἡνωμένους, οὐ μόνον οὐκ ὠφελοῦν, ἀλλὰ καὶ ἐκπολεμοῦν· κατὰ δὲ διάνοιαν, 64.676 ἀδελφοὶ ἂν εἶεν, οἱ τὸ τῆς υἱοθεσίας ἔχοντες χάρισμα, καὶ ὑπὸ τὸν αὐτὸν ὄντες πατέρα Χριστόν· οὓς ἄδικοι καὶ ἐμπαθεῖς λογισμοὶ ἐμπεσόντες, ταράττειν ἐπιχειροῦσιν· ἀνάπτοντες θυμὸν μὲν εἰς μῖσος, ἐπιθυμίαν δὲ, πρὸς αἰσχρὰς ἐργασίας. Ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ, κ. τ. λ. [ξοδ. φ. 33. α.] Ἀντὶ τοῦ σύνδησον ἐν τῷ βάθει τῆς διανοίας πρῶτον τὴν τῶν νόμων διδασκαλίαν ἐναποθέμενος· καὶ τότε δι' ἔργων ἀγαθῶν ἐπικοσμῶν, τῷ σῷ τραχήλῳ ἐπίσφιγξον. Καλὸς ἑταῖρος καὶ συνόμιλος· τὸ, τὰ λόγια τοῦ Θεοῦ διηνεκῶς μελετᾷν· καὶ μάλιστα ὅταν ἐπ' ἀγορᾶς βαδίζωμεν· τότε γὰρ ἡμῖν τούτων τῶν ὅπλων δεῖ μᾶλλον, ὅτι καὶ ὀφθαλμὸς τιτρώσκει, καὶ θυμὸς ἐκκαίει, καὶ ἐπιθυμία χρημάτων ἐκ τῶν ὁρωμένων ἐρεθίζει. - Μελετήσεις γὰρ ἐν αὐτοῖς καθήμενος, καὶ πορευόμενος, καὶ κοιταζόμενος. Ἔλεγχος μὲν τῶν κακῶν ἐντολὴ, παιδεία δὲ τῶν ἀγαθῶν· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. Τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας. [ξοδ. φ. 33. β.] Ὅρα αὐτὸν τῆς σωφροσύνης πολὺν ποιούμενον λόγον· σκότος γάρ ἐστιν ἡ ἐπιθυμία· ἀπὸ διαβολῆς δὲ, ἀντὶ τοῦ οὐκ ἀπὸ μοιχείας μόνον, ἀλλὰ καὶ ὑποψίας· ἔστι γὰρ πολλάκις, τῆς μὲν ἁμαρτίας εἶναι καθαρὸν, τῆς δὲ ὑποψίας μὴ