7
ἀπὸ χθονὸς ὑψόσ' ἀείρειν. Οὐδὲ γὰρ ἀπτώτοισι θάνεν Θεὸς, εὖτ' ἐπὶ γαῖαν Ἤλυθε, καὶ θεότητι ἑὸν βροτὸν ἀμφὶς ἔπηξεν, Ἀλλὰ χαμαιπετέεσσι, καὶ οἳ θάνον ἐξ Ἀδάμοιο. Οὐκ ἀΐεις υἱῆα νεώτερον, ὡς ἀπὸ πατρὸς Πλάγχθη, μαχλοσύνῃσι πατρώϊα πάντα λαφύξας, 1488 Καί μιν λιμὸς ἔτειρεν ἀλήμονα; Ὡς δ' ἐπὶ δῶμα Πατρὸς ἑοῦ παλίνορσος ἔβη, καὶ γούνασι κάμφθη, Αἶψα πατὴρ ἐλέηρε κακὸν πάϊν, αὐχένι χεῖρας Πλέξατο, δάκρυα χεῦε, καὶ εἰλαπίνῃσι γέρηρε Καὶ ποιμὴν ὀΐων τις, ἰῆς ἀπομουνωθείσης, Ἐσθλὸς, λεῖψεν ἅπαντα, μετ' ἴχνια δ' ἤλυθε κείνης· Ἢν δέ μιν ἢ κατὰ πρῶνας ἀπόπροθεν, ἠὲ καθ' ὕλας Πλαζομένην εὕρῃσιν, ἑοῖς ὤμοισιν ἀείρας, Καγχαλόων δεκάδεσσιν ἐνηρίθμησε φίλῃσι. Τοῖος ἐμοῦ Χριστοῖο μέγας νόμος, ὃς χθαμαλοῖσιν Εὐμενέει πάντεσσιν, ὑπερφιάλους ἀθερίζων. Πολλάκις ἐξαγόρευσις ἁμαρτάδος ἄνδρ' ἐσάωσε Μούνη, καὶ δακρύοισιν ἀπέκλυσε πήματα πικροῖς, Καὶ ψυχὴν ἐκάθηρε μελαινομένην κακότητι. 1489 Ἑπτάκι πολλάκι τόσσον Ἄναξ μειλίσσετ' ἀλιτροῖς, Ὡς λογίων ἐπάκουσα Θεοῦ, καὶ Πνεῦμ' ἐδίδαξε. Τίς Μανασῆ βασιλῆος ἐν ἀνθρώποισι χερείων; Τίς δ' ἄρ' ἐνὶ πτολίεσσι Νίνου μεγάλοιο πόληος; Τίς δὲ τελωναίης ἀμέτρου χερός; ἀλλ' ἄρα καὶ τοὺς Χριστὸς ἄναξ ἐλέηρεν ὀδυρομένους κακότητα. Ἀλλὰ τί μοι Χριστοῖο, τί δὲ βροτέοιο πόθοιο, Τόν ῥα φύσις τοκέεσσιν ἐπήξατο ἀμφὶ γενέθλην; Καὶ θῆρες φιλέουσιν ἑὸν γόνον, εἴ ποτ' ἄκουσας Παρδάλιάς τε σύας τε βοῶν τ' ἀγέλην ἑλικώπων, Ὥς ῥα περιτρομέουσι, καὶ ὡς περὶ δῆριν ἔχουσι, Θηρσί τε καὶ μερόπεσσιν ἀπεχθέσιν ἀντιόωντες. Σοὶ δ' ἄρ' καὶ θηρῶν ὀλοώτερος ἔπλετο θυμὸς, Καὶ μερόπων. ∆άμασον θυμὸν μέγαν· ἤ σέ γε πέτραι Ἠλίβατοι θρέψαντο, πάτερ φίλε, ἤ σε θάλασσα, 1490 Στεῤῥοτέρην ἀδάμαντος ἐνὶ φρεσὶ μῆνιν ἔχοντα. Ἄλλοι μὲν κτεάτεσσι τεοῖς ἔπι τέρψιν ἔχουσι, Ξεῖνοί θ' ἡμεδαποί τε, θεουδέες, ἀφραδέοντες. Ξυνὸς γὰρ πάντεσσι λιμὴν χατέουσι τέτυκται Σὸς δόμος· ἡ δὲ τράπεζα, καὶ ἄλσεος Ἀλκινόου Τερπνοτέρη, πλήθουσα φίλοις, πλήθουσα δ' ἐδωδῆς Ἠερίων, χθονίων τε καὶ ὁππόσα νήχεται ὕδωρ. Ἡμεῖς δ' ἦμαρ ἐπ' ἦμαρ ἐπ' ἀλλοτρίῃσι θύρῃσιν Αὐαλέοι, κρυεροὶ, καὶ ἀνείμονες, ἔνθα καὶ ἔνθα Πλαζόμεθ', οὐδέ τίς ἐστι δύης ἄκος, οὐδὲ πρόσωπον Σεῖο, πάτερ, λεύσσοντες ἐπὶ χρόνον, εὖτ' ἐχολώθης, Καὶ μάλα περ ποθέοντες, ὃ καὶ δμώεσσιν ὀπάζεις Πολλάκι, χωόμενός περ, ὃ δὴ πόνος. Ἀλλὰ τραπέζαις Ἥμεθ' ἐπὶ σχεδίῃσι δυσάμμοροι, οὐδ' ὀλίγας περ, Λάζαρος ὥς τις ἐκεῖνος, ὑπερφιάλοιο τραπέζης 1491 Ψῖχας ἀφαρπάζοντες, ὁμὴν κυσὶ δαῖτα φέροντες. Πολλοὶ μὲν στυγέουσι τεὴν χάριν, οὐκ ὀλίγοι δὲ Τίουσιν. Μέγα θαῦμα, πατρὸς γέρας υἷες ἄτιμοι, Οὓς κοτύλη βαιή τις ἀναψύξει γοάοντας· Ἄλγος ἀρειοτέροις γὰρ ἀρηγόνες εἰσὶ χερείους. Ἄλλοι δ' αὖ οὐδ' ἴσασι τίνες, τίνος. Αἰδέομαι γὰρ Φράζειν καὶ γενετῆρα. ∆ύω γε μὲν εὐμενέουσιν, Ὄφρα κεν ἠὲ φύγωσι δύην, ἢ ἄλκαρ ἔχωσι Πήμασιν ἐν σφετέροισιν, ὅτ' ἀντία κυμαίνῃσι ∆αίμων, ἀλλοτρίῃσιν ἑὴν τίοντες ὀϊζύν. Εἴπω μείζονα μῦθον· ἀτὰρ, πάτερ, ἵλαος εἴης. Τόσσον ἄκος παθέεσσι πόροις, μὴ μῦθον ἐρύξῃς. Ἄλλοις μὲν τεκέεσσι πατὴρ καὶ ἤπιος ἐσσὶ, 1492 Τόσσον, ὅσον τ' ἐπέοικε Θεοῦ Πατρὸς ἐκγεγαῶτα. Οὐ φθόνος· οὐ γὰρ ἔοικε κασιγνήτῃσι μεγαίρειν. Θρέψας ἐν θαλάμοισι δροσώδεας, ἔργ' ἐδίδαξας Εὐγενέος παλάμῃσι, διέπλασας ἤθεα κεδνὰ, Θηλυτέρης Χείρωνος· ὑπὸ προπόδεσσι γάμοιο Ἐσθλοὺς ἄνδρας ὄπασσας· ἐνὶ πτολίεσσι γερήρας. Μοῖραν ἑῶν κτεάνων ἀπεδάσσαο χειρὶ παχείῃ. Ἡμᾶς δ', οὓς σὺ φύτευσας ἰῆς ἀπὸ μητρὸς ἀρίστης, Ἥν σ' ἔτι δακρυχέοντα, πάτερ φίλε, πολλάκι λεύσσω, Εὐσεβέος, πάντεσσιν ἐπιχθονίοισιν ἀγητῆς, Πρωτογόνους υἱῆας, ὃ πατράσιν ἐστὶ μέγιστον, Τόσσον ἀπεχθαίρεις, καὶ δώματος ἐκτὸς ἐλαύνεις, Ὁσσάτιον κείνῃσιν ἐνηέα θυμὸν ἔδειξας. 1493 Φθέγξομαι οὐκ ἐθέλων μὲν, ἀτὰρ λόγον ἔκτοθε ῥήξω, Ὄφρα με μὴ ῥήξειεν ἐεργόμενος πραπίδεσσιν. Ἦν θάλαμος, καὶ δεῖπνα γαμήλια· πάντα γεγήθει, Ἕδνα λόγοι θαλάμων καὶ ἀθύρματα τερπνὰ γάμοιο. Πολλοὶ μὲν θαλέθοντες ἀφ' αἵματος,