1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

7

λόγος εἶναί φησι, τῶν νομιζόντων ἐκ τοῦ προςλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται. Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι' ὧν ἐξητά σαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προςήκει τῷ θεῷ προςάγειν τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 228

{1ΛΟΓΟΣ βʹ.}

1 {1Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς.}1 Ὅτε προςῆγεν ὁ μέγας Μωϋσῆς τῇ κατὰ

τὸ ὄρος μυ σταγωγίᾳ τὸν Ἰσραηλίτην λαὸν, οὐ πρότερον αὐτοὺς τῆς θεοφανείας ἠξίωσεν, πρὶν ἁγνείᾳ τε καὶ περιῤῥαντισμῷ νομοθετῆσαι τῷ λαῷ τὸ καθάρσιον. Καὶ οὐδὲ οὕτως ἐθάρσησαν τῆς θείας δυνάμεως τὴν ἐμφάνειαν, ἀλλὰ πρὸς πᾶν κατεπλάγησαν τὸ φαινόμενον, τὸ πῦρ, τὸν γνόφον, τὸν καπνὸν, τὰς σάλπιγγας· καὶ πρὸς ἑαυτοὺς πάλιν ἀποστραφέντες ἠξίουν τὸν νομοθέτην αὐτοῖς μεσίτην γενέ σθαι τοῦ θείου βουλήματος, ὡς οὐχ ἱκανῆς οὔσης τῆς δυ νάμεως αὐτῶν προςεγγίσαι τῷ θεῷ καὶ θείαν ἐμφάνειαν δέξασθαι. Ὁ δὲ ἡμέτερος νομοθέτης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, προςάγειν ἡμᾶς τῇ θείᾳ χάριτι μέλλων, οὐχὶ Σίναιον ἡμῖν ὄρος τῷ λόγῳ προδείκνυσι γνόφῳ κε καλυμμένον, καὶ πυρὶ καπνιζόμενον, οὐδὲ σαλπίγγων φω νὰς ἄσημόν τι καὶ καταπληκτικὸν ἀπηχούσας, οὐδὲ τριη μέροις ἁγνείαις καὶ ὕδατι ῥύπον ἐκπλύνοντι τὴν ψυχὴν ἐκκαθαίρει, οὐδὲ πᾶσαν τὴν ἐκκλησίαν ἐν τῇ ὑπωρείᾳ κα ταλιπὼν ἑνὶ μόνῳ τὴν ἄνοδον ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους χαρίζεται, τὴν κεκαλυμμένην τῷ γνόφῳ τῷ τὴν δόξαν θεοῦ περικρύπτοντι, ἀλλὰ πρῶτον μὲν ἀντὶ τοῦ ὄρους ἐπ' αὐτὸν ἀνάγει τὸν οὐρανὸν, βατὸν τοῖς ἀνθρώποις αὐτὸν διὰ τῆς ἀρετῆς καταστήσας, ἔπειτα δὲ οὐ θεατὰς μόνον τῆς θείας δυνάμεως, ἀλλὰ καὶ κοινωνοὺς ἀπεργάζεται, καὶ εἰς συγγένειαν τρόπον τινὰ τῆς ὑπερκειμένης φύσεως τοὺς προςιόντας ἄγει, οὐδὲ γνόφῳ κατακρύπτει τὴν ὑπερ έχουσαν δόξαν, ὡς δυςθεώρητον τοῖς ἀναζητοῦσιν εἶναι, ἀλλὰ τῷ τηλαυγεῖ φωτὶ τῆς διδασκαλίας τὸν γνόφον κα ταφωτίσας ἐπὶ λαμπρᾶς αἰθρίας τοῖς καθαροῖς τὴν καρ δίαν τὴν ἄφραστον δόξαν καθορᾶσθαι ἐποίησεν. Ὕδωρ δὲ περιῤῥαίνειν οὐκ ἐξ ἀλλοτρίων ναμάτων, ἀλλὰ τὸ ἐν ἡμῖν αὐτοῖς ἀναβρύον χαρίζεται, εἴτε τὰς τῶν ὀφθαλμῶν τις λέγοι πηγὰς, εἴτε τὴν καθαρὰν τῆς καρδίας συνείδη σιν, μηδεμίαν ἰλὺν ἀπὸ κακίας ἐπαγομένην. Ἁγνείαν δὲ 230 οὐ μόνον ἀπὸ τῆς ἐννόμου τῶν γαμετῶν ὁμιλίας, ἀλλ' ἀπὸ πάσης ὑλικῆς τε καὶ ἐμπαθοῦς διαθέσεως νομοθε τήσας, οὕτως προςάγει διὰ τῆς προςευχῆς τῷ θεῷ.

Αὕτη γὰρ τῶν ῥημάτων ἡ δύναμις, δι' ὧν οὐχὶ φωνάς τινας ἐν συλλαβαῖς ἐκφωνουμένας μανθάνομεν διὰ τοῦ λόγου, ἀλλ' ἐπίνοιαν τῆς πρὸς τὸν θεὸν ἀναβάσεως δι' ὑψηλῆς πολι τείας κατωρθωμένην. Ἔξεστι δὲ δι' αὐτῶν τῶν τῆς προς ευχῆς λόγων τὴν θείαν μυσταγωγίαν κατανοῆσαι. Ὅταν προςεύχησθε, φησίν· οὐκ εἶπεν, Ὅταν εὔχησθε, ἀλλ', Ὅταν προςεύχησθε, ὡς τοῦ κατὰ τὴν εὐχὴν ἤδη προκα τορθωθῆναι προςήκοντος, πρὶν διὰ τῆς προςευχῆς τῷ θεῷ προςεγγίσαι. Τίς δὲ ἡ τῶν ὀνομάτων τούτων κατὰ τὸ σημαινόμενόν ἐστι διαφορά; Ὅτι εὐχὴ μὲν ἔστιν ἐπαγγελία τινὸς τῶν κατ' εὐσέβειαν ἀφιερουμένων, προσευχή δὲ αἴτη σις ἀγαθῶν μετὰ ἱκετηρίας προςαγομένη θεῷ. Ἐπεὶ οὖν παῤῥησίας ἡμῖν χρεία ὅταν προςίωμεν θεῷ τὰς ὑπὲρ τῶν λυσιτελούντων ἱκετηρίας ποιούμενοι, ἀναγκαίως τὸ κατὰ τὴν εὐχὴν προηγήσεται, ἵνα τὸ παρ' ἑαυτῶν ἐκτελέσαντες, οὕτως θαρσοῦντες τὸ παρὰ τοῦ θεοῦ ἀντιλαβεῖν ἀξιώ σωμεν. ∆ιό φησιν ὁ προφήτης ὅτι, Τὰς εὐχάς μου ἀποδώσω σοι, ἃς διέστειλε τὰ χείλη μου, καὶ, Εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ἡμῶν. Καὶ πολλαχοῦ τῆς γραφῆς τὴν τοιαύτην ἔστιν τῆς εὐχῆς σημασίαν εὑρεῖν,