7
ἀπηλλάχθαι· ἀλλ' ἡ ἐντολὴ καὶ τοῦτο κατορθοῖ· εἴη δ' ἂν καὶ ὕπανδρος ἡ τῶν ἑτεροδόξων διδασκαλία, καὶ ὁ συκοφάντης αὐτῶν λόγος, ἣν φυλάσσεσθαι παραινεῖ. - Μή σε συναρπάσῃ τὰ γοητεύματα τῆς κεκομψευμένης φράσεως. Τιμὴ πόρνης ὅση καὶ ἑνὸς ἄρτου. Τὴν βραχύτητα τῆς ἡδονῆς, καὶ τὴν εὐτέλειαν τοῦ ταύτης μισθώματος διὰ τοῦ ἑνὸς ἐνέφηνεν ἄρτου. -[ξοδ. φ. 34. α.] Οὐκ ἀθωωθήσεται. Οὐδὲ ὁ καθαρεύων τῆς πράξεως, ταῖς δὲ λοιπαῖς ὁμιλίαις μιαινόμενος, ἀθωωθήσεται· ἀντὶ τοῦ, καθαρὸς οὐκ ἔσται· ὡς γὰρ οὐκ ἔνι τοὺς ὀφθαλμοὺς ἀνοίξαντας, μὴ βλέπειν, οὕτως οὐκ ἔνι γυναικὸς ὁρωμένης, ἐπιθυμίαν μὴ τίκτεσθαι· τί οὖν πῦρ ἐπιστοιβάζεις τῇ φύσει; Κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὑτοῦ πεινῶσαν. [ξοδ. φ. 34. β.] Οὐκ ἀπολύων τὸν κλέπτην ἐγκλήματος τοῦτο λέγει, ἀλλὰ πρὸς σύγκρισιν· ὁ μὲν γὰρ τὴν πενίαν ἔχει ἀπολογίαν, ὁ δὲ ἀφροσύνῃ μόνῃ χειροῦται· καὶ ὁ μὲν ζημίᾳ ὑποκείσεται ἁλοὺς μόνῃ, ὁ δὲ θανάτῳ καὶ τούτῳ ἐπονειδίστῳ· κατὰ δὲ θεωρίαν, ὅτι οὐδὲν θαυμαστὸν, εἴ τις ἑνὶ καὶ δευτέρῳ κέχρηται θεωρήματι τῆς ἔξω σοφίας, ὡς δι' αὐτῶν εἰς φῶς ἄγειν τὸ ἀληθὲς, καὶ τὰ παρ' αὐτοῖς δοκοῦντα βέβαια διελέγχειν· ὁποῖος ὁ Παῦλος αἰχμαλωτίζων πᾶν νόημα εἰς Χριστὸν, καὶ τοὺς Ἀθηναίους ἐκ τῆς οἰκείας ποιήσας ἐπιγραφῆς· εἰ δὲ τὴν ἀληθῆ σοφίαν ἀφέντες, ἀγαπήσομεν τὴν τοῦ κόσμου, ἀφρόνως μοιχεύομεν.
ΚΕΦΑΛ. Ζʹ.
Περίθου αὐτοὺς τοῖς δακτύλοις. [ξοδ. φ. 35 α.] ∆άκτυλοι μὲν, τὰς μερικωτέρας πράξεις δηλοῦσιν· ἡ δὲ χεὶρ, ἐπὶ τῆς ὁλοσχεροῦς τάττεται πράξεως· φησὶν οὖν, ὅτι καὶ τῶν λεπτῶν μέχρι ἐργάζου τὴν ἀρετήν· οὕτως γὰρ πλατεῖαν ἕξεις τὴν καρδίαν εἰς τὴν τῶν ἀρετῶν ὑποδοχήν· ὃ τοῖς Κορινθίοις οὐκ ἔχουσι παρῄνει Παῦλος, Πλατύνθητε, λέγων, καὶ ὑμεῖς. [ξοδ. φ. 35. β.] Ἀδελφὴ ἡμῶν τῶν γεγονότων ἡ θεωρία, συμπαραχθεῖσα τοῖς ἀσωμάτοις, ἦς εἴδη φρόνησις, γνῶσις, παιδεία. Ἀπὸ γυναικὸς ἀλλοτρίας, τῆς πολυθέου διδασκαλίας· ἡδέα γὰρ διδάσκει, στωμύλος οὖσα, ἡδονὴν καὶ φιλοχρηματίαν· Ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάλληται· Οἱ πρὸς χάριν ἐμβάλλοντες λόγοι, οἱ ἐμπαθεῖς εἰσι λογισμοί· τηρεῖται δὲ ἀπὸ τῆς γεννώσης αὐτοὺς πονηρίας ὁ τῇ σοφίᾳ τοῦ Θεοῦ σχολάζων. Οἶκος αὐτῆς, τὸ πλάτος τῶν δογμάτων· θυρὶς, τὸ μερικόν.
ΚΕΦΑΛ. Ηʹ.
Υἱὲ, σὺ τὴν σοφίαν κήρυξον, κ. τ. λ. [ξοδ. φ. 38 α.] Ἐπιθύμησον, φησὶ τὴν σοφίαν, καὶ ἡ ἕξις τῶν φρενῶν ὑπακούσεταί σου· τὸ δὲ Ἐπ' ἄκρων, ἢ ὅτι φανερά ἐστιν, ἃ λέγει, ἢ ὅτι ὑψηλοὺς ποιεῖ· καὶ ὁ τέλειος εἰδὼς, ὅτι πάντα ἡ σοφία ἐποίησεν, ὁρᾷ καὶ ὕψος αὐτῆς, καὶ τὴν ἐπὶ τῶν τρίβων ταπείνωσιν ἢ ἐπίβασιν· ὁ δὲ ἀρτίφυτος μόνον τὸ ὕψος εἰδὼς, προσκαλέσασθαι αὐτὸν ὀφείλει ἵνα ἴδῃ αὐτήν· ὥστε ῥᾳδίως ἐπακοῦσαι τῆς φωνῆς· Μόνον βάδισον ἐπ' αὐτήν· τὸ παρὰ πύλαις δὲ δυναστῶν, ἢ ὅτι δυνάστας ποιεῖ, ἢ ὅτι ἐκεῖνοι μάλιστα αὐτῆς χρείαν ἔχουσιν· ἢ ὅτι τοῖς εἰσαγωγικοῖς παρεδρεύει τῶν διδασκάλων λόγοις· ἐν γὰρ τοῖς προθύροις αὐτῆς τις γενόμενος, ὑμνουμένης ἀκούει· λέγεται δὲ ποτὲ μὲν ἐν ἐξόδοις, ποτὲ δὲ ἐν εἰσόδοις ὑμνεῖσθαι παρὰ τοῖς ἐξερχομένοις ἀπὸ τῆς κακίας, καὶ εἰσερχομένοις εἰς τὴν ἀρετήν. Εἶτα εἰσάγει αὐτὴν διαλεγομένην, ὅπερ ἱκανὸν ἐπισπάσασθαι· Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ· καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Εἰ καὶ ὑμῶν ἐστι τὸ κέρδος, φησὶν, ἀλλ' ἐγὼ παρακαλῶ· ταὐτὸν δὲ ἄνθρωπος, καὶ υἱοὶ ἀνθρώπων· ἢ ἄνθρωποι μὲν, οἱ τέλειοι παρακλήσεως ἀξιούμενοι·