8
ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ με γαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι· Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ προθυμία τοῦ παρέχειν, αὐτῷ τε καὶ τῇ ὁμο ζύγῳ πρὸς τὸ κάλλιστον ἁμιλλωμένοις· τῆς ἐπιδόσεως δὲ τὸ πλεῖστον τῇ ἐκείνης χειρὶ παρῆκεν, ὡς ἀρίστης οἰκονόμου τῶν τοιούτων καὶ πιστοτάτης. Τίνος δὴ γυναικὸς λέγω, καὶ οἵας, ᾗ μηδὲ τὸ Ἀτλαντικὸν πέ λαγος, ἢ εἴ τι ἄλλο τῶν μεγίστων, ἤρκεσεν ἂν ἀπαν τλούμενον; τοσοῦτος ἔρως τοῦ παρέχειν αὐτῇ, καὶ οὕ τως ἄμετρος· ἣ τὴν Σολομώντειον βδέλλαν εἰς τοὐναν τίον ἐζήλωσε, τῇ περὶ τὸ κρεῖττον ἀπληστίᾳ τὴν εἰς τὸ χεῖρον νικήσασα, καὶ κόρον οὐκ ἔχουσα τῆς περὶ τὸ εὖ ποιεῖν προθυμίας· ἣ μὴ ὅτι γε τὴν οὐσίαν ἅπασαν, ὅση τε ἦν αὐτοῖς, καὶ ὅση προσ εγένετο, μικροτέραν ἡγεῖτο τῆς οἰκείας ἐφέσεως· ἀλλὰ καὶ ἑαυτὴν καὶ τοὺς παῖδας ἑτοίμως ἀπέδοτο ἂν, εἴ πως ἐνῆν, ὃ καὶ πολλάκις αὐτῆς λεγούσης ἤκουσα, ὥστε ἐκδαπανηθῆναι τοῖς πένησι. Ταύτῃ τὰς ἡνίας ὅλας ἐπαφῆκε τῆς ἐπιδόσεως. Ὃ καὶ παραδείγματος ἐμοὶ γοῦν κρεῖττον ὑπολαμβάνεται. Τὸ μὲν γὰρ εἰς χρήματα μεγαλόψυχον, καὶ παρ' ἄλλοις οὐ χαλεπῶς εὕροι τις ἂν, ὅσα τε εἰς τὰς κοινὰς καὶ πολιτικὰς ἀπόλλυται φιλοτιμίας, ὅσα τε τῷ Θεῷ διὰ τῶν πενή των δανείζεται, καὶ μόνα τοῖς ἀναλίσκουσι θησαυρί ζεται· τῆς δὲ ἐπὶ τούτῳ δόξης, οὐκ ἔστιν ὅντινα παραχωρήσαντα ῥᾳδίως εὑρίσκομεν. Τοῦ μὲν γὰρ δαπανᾷν, καὶ ἡ φιλοδοξία τοῖς πολλοῖς παρέχει τὸ πρόθυμον· οὗ δὲ ἀφανὴς ἡ ἐπίδοσις, ἐκεῖ καὶ τὸ παρέχειν ἀμβλύτερον.
ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη· καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖ ραν τοῦ ῥεύματος. Τίς δὲ μετὰ Θεοῦ μᾶλλον, ἢ τῷ 35.1012 βήματι προσήγαγεν, ἢ τὰς κατ' αὐτοῦ ὕβρεις ἐζηλοτύπησεν, ἢ τῶν ἀνιέρων σὺν φόβῳ τὴν ἱερὰν ἐκάθηρε τράπεζαν; Τίς δ' οὕτως ἀῤῥεπεῖ γνώμῃ, καὶ σταθμοῖς δικαιοσύνης, ἢ δίκην ἔκρινεν, ἢ κακίαν ἐμίσησεν, ἢ ἀρετὴν ἐτίμησεν, ἢ τοὺς ἀρίστους προὐτί μησεν; Τίς μὲν οὕτω συγγνώμων τοῖς ἁμαρτάνου σιν, ἢ τοῖς εὐδρομοῦσι σύνδρομος; τίς δὲ μᾶλλον ῥάβδου καὶ βακτηρίας καιρὸν ἐπιστάμενος, τῇ βακτηρίᾳ τὸ πλέον ἔνεμεν; Τίνος δὲ οἱ ὀφθαλμοὶ μᾶλλον ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τούς τε ἄλλους, καὶ ὅσοι Θεῷ ζῶσιν ἐν μοναδικῷ βίῳ καὶ ἄζυγι, γῆν καὶ τὰ περὶ τὴν γῆν ἀτιμάσαντες;
ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινο φροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιου μένων φιλοσοφεῖν, καὶ κομψοὶ τὸ φαινόμενον, κατὰ τὰς ἀφρονεστάτας τῶν γυναικῶν, αἳ ἀποροῦσαι κάλ λους οἰκείου πρὸς τὰ χρώματα καταφεύγουσι, καὶ εἰσί πως, ὡς ἂν εἴποιμι, κοσμίως θεατριζόμεναι, δι' εὐσχημοσύνην ἀσχήμονες, καὶ δι' αἶσχρος αἰ σχρότεραι; Οὐ γὰρ ἐν ἐσθῆτι τὸ ταπεινὸν ἦν αὐτῷ, ἀλλ' ἐν ψυχῆς καταστήματι· οὐδὲ θρύψις αὐχέ νος, ἢ φωνῆς ὕφεσις, ἢ προσώπου νεῦσις, ἢ βάθος ὑπήνης, ἢ κεφαλῆς ἐν χρῷ κόσμησις, ἢ βα δίσματος ἦθος τὸ ταπεινὸν ὑπεκρίνετο, τὰ πρὸς ὀλί γον τυπούμενα, καὶ τάχιστα ἐλεγχόμενα· πᾶν γὰρ ὃ προσποιητὸν, οὐδὲ μόνιμον. Ἀλλ' ἦν ὁ αὐτὸς ὑψηλό τατος μὲν τῷ βίῳ, ταπεινότατος δὲ τῷ φρονή ματι· καὶ τὴν μὲν ἀρετὴν ἀπρόσιτος, τὴν συνουσίαν δὲ καὶ λίαν εὐπρόσιτος. Καὶ συνήθης μὲν τὴν ἀμπεχό νην, ἐπίσης φεύγων καὶ τὸ ὑψηλὸν καὶ τὸ ταπεινόν· ὑπὲρ δὲ πολλοὺς τὴν ἔνδον λαμπρότητα. Καὶ γαστρὸς νόσον, καὶ ἀπληστίαν δαμάζων μὲν, εἰ καί τις ἄλλος, οὐ δοκῶν δέ· τὸ μὲν ἵνα καθαίρηται τὸ δὲ ἵνα μὴ ὑπεραίρηται, τῷ καινῷ θηρώμενος τὸ εὐδόκιμον. Πολιτικοῦ μὲν γὰρ ἔργον εἶναι πάντα ποιεῖν καὶ λέ γειν, ἐξ ὧν εὐδοκιμήσει παρὰ τοῖς ἔξωθεν, ᾧ μηδέν ἐστι τοῦ παρόντος βίου μακαριώτερον· πνευματικοῦ δὲ καὶ τοῦ καθ' ἡμᾶς, πρὸς ἓν μόνον βλέπειν, τὴν σωτηρίαν, καὶ ὃ μὲν ἂν εἰς τοῦτο φέρῃ, μέγα οἴεσθαι, ὃ δ' ἂν μὴ, διαπτύειν ὡς μηδενὸς ἄξιον· καὶ 35.1013 διὰ τοῦτο, τὸ μὲν ὁρώμενον ἀτιμάζειν, ὅπως δ' ἂν ἐντὸς κάλλιστα ἔχοι, τοῦτο μόνον