1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

8

υἱοὶ δὲ ἀνθρώπων, οἱ καταδεέστεροι, οἱ τέως φωνῆς ἀξιούμενοι. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. [ξοδ. φ. 41 α.] Μὴ ἕτερον ἐπεισαγάγῃς δημιουργὸν, κἂν μηδεμίαν ὄνησιν ἡ ἀοίκητος ἔχει· διὰ τοῦτο δὲ ἐποίησε τὰ ἄκρα οἰκεῖσθαι, φησὶν, ἵνα τὰ πέρατα καὶ τὰς ἐσχατιὰς μαθὼν ἔργον εἶναι Θεοῦ, περὶ τῶν μέσων μὴ ὑποπτεύσῃς· ἢ ἄκρα, τὰ ἀκατάληπτα καὶ θεῖα μυστήρια· ὥσπερ καὶ χώρας μὲν τὰς καρποφόρους ψυχάς· ἀοικήτους δὲ, τὰς θείας ἐννοίας, ἃς οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

ΚΕΦΑΛ. Θʹ.

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. [ξοδ. φ. 42 β.] Σοφία ὢν ὁ Υἱὸς τοῦ Θεοῦ, γενόμενος ἄνθρωπος, αὐτὸς ἑαυτῷ κατεσκεύασεν οἶκον, τὴν ἐκ Παρθένου σάρκα· στύλους ἑπτὰ, πνεῦμα Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ, ὥς φησιν Ἡσαΐας. Ἢ καὶ οἶκον τὴν Ἐκκλησίαν, στύλους δὲ τοὺς ἀποστόλους· ἢ τὸν σοφὸν ἄνδρα φησὶν, ὅτι ἀσφαλής ἐστιν ἑαυτῷ αὐτάρκης καὶ μὴ προσδεόμενός τινος, -Οἶκος τῆς σοφίας, ἡ Ἐκκλησία· στύλοι, οἱ δοκοῦντες εἶναι στύλοι. Ἔσφαξε τὰ ἑαυτῆς θύματα. Θύματα τὰ θεῖα νοήματα, ἢ τὰς ἑρμηνείας τῶν Γραφῶν· κρᾶμα δὲ, τὸ συμμιγνύναι τῇ ἱστορίᾳ τὴν ἀναγωγήν· ἄκρατα γὰρ ὄντα τὰ θεῖα, χωρηθῆναι οὐ δύναται· διὰ τοῦτο λεπτομερῶς καὶ ποικίλως τὰ δόγματα καὶ τὰς ἑρμηνείας διαιροῦσα, τροφὴν τοῖς μαθητευομένοις ἐργάζεται. -[ξοδ. φ. 33 α.] Ἐκέρασεν εἰς κρατῆρα τὸν οἶνον ἑαυτῆς. Ἄκρατα γὰρ ὄντα τὰ θεῖα, φωναῖς ἀνθρωπίναις ἐκέρασεν, ὅ ἐστιν σοφίᾳ ἀνθρώπων, ἵνα χωρῆσαι αὐτὴν δυνηθῶμεν. Τὰ θύματα, τοὺς μακαρίους προφήτας, κατὰ καιρὸν ἀναιρουμένους ὑπὸ τῶν ἀπίστων, καθὼς λέγει, ὅτι Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν. [ξοδ. φ. 43 β.] Ἀπέστειλε τοὺς ἑαυτῆς προφήτας καὶ ἀποστόλους μετὰ ὑψηλοῦ κηρύγματος, τουτέστι μετὰ δογμάτων οὐδὲν ταπεινὸν ἐχόντων καὶ καταβεβλημένον, ἐκκαλουμένους πάντα τὰ ἔθνη εἰς τὴν γνῶσιν τοῦ Θεοῦ· ὑψηλὸν δέ φησι τὸ, Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. [ξοδ. φ. 44 α.] Τοῖς ἐνδεέσι, τοῖς μήπω κεκτημένοις τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος· ἢ τοῖς ἀρξαμένοις μὲν, ἀτελέσι δέ. ∆εῦτε, ἐπίγνωτε τὴν ἀληθῆ καὶ εὐθεῖαν ὁδόν· καὶ Πίετε οἶνον, καὶ λάβετε Πνεῦμα ἅγιον ὡς οἶνον. Ἀπολίπετε ἀφροσύνην, ἐκκλίνατε τὰς ὁδοὺς τῆς ἀγνωσίας, καὶ ἐπίγνωτε τὴν αἰώνιον ζωήν· Φάγετε, ῥώσθητε ὑπὸ τῶν ἐμῶν λόγων καὶ μυστηρίων. ∆ίδου σοφῷ ἀφορμήν. [ξοδ. φ. 45 α.] Ἄρα ἀφορμὴ ὁ ἔλεγχος, σωτήριον πρᾶγμα καὶ χρήσιμον· ἢ τὴν διὰ τῶν ῥημάτων λέγει· οὕτω γὰρ ὑψωθήσεται πρὸς τὰς τῆς ἀναγωγῆς ἀκρότητας. Γνώριζε δικαίῳ, ἤτοι τῷ εὐγνώμονι γνώριζε τὰς τῆς δικαιοσύνης ὁδούς· καὶ προσθήσει, ἀντὶ τοῦ ἀγαπήσει σε, τὰ ἐξ ἀπροσεξίας ἁμαρτήματα, διὰ τοῦ ἐλέγχου διορθούμενος. Βουλὴ ἁγίων, σύνεσις. Βουλὴ ἁγίων διακρίνουσα τὰ πρακτέα καὶ μή· τοιαύτη γὰρ ἡ μετὰ συνέσεως βουλή. Πολὺν ζήσεις χρόνον. Τὸ πολὺν ἀντὶ τοῦ ἀπείρου κεῖται· ἢ μή ποτε ἀμφιβολίας ἡμᾶς ἀπαλλάττῃ· τὰ γὰρ ἔτη τῆς ζωῆς ταύτης αἰώνια. [ξοδ. 64.681 φ. 45 β.] Ὃς οὐ χρῆται τῇ τοῦ Θεοῦ σοφίᾳ, ποιμαίνει ἀνέμους, ἀνυποστάτους ἀρχὰς ἑαυτῷ καὶ τῶν πραγμάτων καὶ τῶν Γραφῶν ὑποτιθέμενος. Ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὴν νομικὴν πολιτείαν φησὶν, ἐπὶ Χριστὸν ὁδηγοῦσαν· ἄμπελος γὰρ ὁ Ἰσραήλ. -[ξοδ. φ. 46 α.] ∆έον γεωργεῖν, ὁ δὲ τί ποιεῖ; ∆ιαπορεύεται δι' ἐρήμου· ἄκαρπος γὰρ ἡ φύσις τοῦ ψεύδους.