1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

8

ψυχρῶν λογισμῶν πρὸς βραχὺ παραμυθησάμενοι, μείζονα τῆς γεέννης ἀνάψουσιν ἑαυτοῖς τὴν φλόγα, ὅταν γενόμενοι ῥᾳθυμότεροι, εἶτα ἀπελθόντες ἐκεῖ θεάσωνται τῶν ἑαυτοῖς πεπλημμελημένων ἕκαστον αὐτὸν διδόντα εὐθύνας. Καὶ ἵνα μάθητε ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πράξεις πονηραὶ τῇ τῆς πίστεως λυμαίνονται στεῤῥότητι, ἄκουσον τί φησιν ὁ Παῦλος τῷ Τιμοθέῳ γράφων· Ἵνα στρατεύσῃ, φησὶ, τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν (ἡ δὲ ἀγαθὴ συνείδησις ἀπὸ βίου καὶ πράξεων ὀρθῶν γένοιτ' ἄν)· ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν, φησὶν, ἐναυάγησαν. Καὶ πάλιν ἀλλαχοῦ· Ῥίζα πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν τῆς πίστεως. Εἶδες ὅτι κἀκεῖνοι ἐναυάγησαν διὰ τοῦτο, καὶ οὗτοι διὰ τοῦτο ἀπεπλανήθησαν, ἐπειδὴ οἱ μὲν τὴν ἀγαθὴν συνείδησιν ἀπώσαντο, οὗτοι δὲ τῆς φιλαργυρίας ἐπελάβοντο; Ἅπερ ἅπαντα λογισάμενοι μετ' ἀκριβείας, ἐπιμελώμεθα πολιτείας ἀρίστης, ὥστε γενέσθαι διπλοῦν ἡμῖν τὸν μισθὸν, ἕνα μὲν, τὸν ἐκ τῆς τῶν ἔργων ἀμοιβῆς ἡτοιμασμένον, ἕτερον δὲ, τὸν ἐκ τῆς κατὰ πίστιν στεῤῥότητος. Ὅπερ γάρ ἐστιν ἡ τροφὴ τῷ σώματι, τοῦτο ἡ πολιτεία τῇ πίστει· καὶ καθάπερ ἡ τῆς σαρκὸς φύσις τῆς ἡμετέρας οὐκ ἂν διακρα 51.281 τηθείη χωρὶς τροφῆς, οὕτως οὐδὲ ἡ πίστις χωρὶς ἔργων ἀγαθῶν· Χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά. Ἓν ὑπολέλειπται λοιπὸν εἰπεῖν, τι ποτέ ἐστι, Τὸ αὐτό; Οὐ γὰρ εἶπεν ἁπλῶς, ἔχοντες τὸ Πνεῦμα τῆς πίστεως, ἀλλὰ τί; Ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως. Καὶ ἐβουλόμην μὲν ἐπεξελθεῖν καὶ τοῦτο τῷ λόγῳ· ἀλλ' ἐπειδὴ πολλοὺς ποταμοὺς ὁρῶ νοημάτων ἐκ τῆς ψιλῆς ταύτης ῥήσεως ἐξιόντας, δέδοικα μὴ τῷ πλήθει τῶν ῥηθήσεσθαι μελλόντων τὰ εἰρημένα ἐπικλύσας ἅπαντα, ἄχρηστον ὑμῖν ποιήσω τὴν διδασκαλίαν διὰ τῆς ἀμετρίας ὑμῖν λυμηνάμενος. ∆ιόπερ ἐνταῦθα στήσας τὸν λόγον, παρακαλῶ καὶ δέομαι τά τε εἰρημένα μετ' ἀκριβείας φυλάττειν, ὅσα περὶ πολιτείας, 51.282 καὶ πίστεως, καὶ παρθενίας, καὶ φιλανθρωπίας, καὶ ἐλεημοσύνης ἠκούσατε, καὶ ταῦτα κατέχοντας ἀσφαλῶς, πρὸς τὴν τῶν μελλόντων ἀκρόασιν ἀπαντῆσαι. Οὕτω γὰρ ἡμῖν στεῤῥὰ καὶ ἄσειστος ἔσται ἡ τῶν εἰρημένων οἰκοδομὴ, ὅταν, τῶν προτέρων καλῶς πεπηγότων ἐν ταῖς ὑμετέραις διανοίαις, τὰ δεύτερα ἐπεμβάλωμεν. Ὁ δὲ Θεὸς ὁ καὶ ἡμῖν ταῦτα εἰπεῖν δοὺς, καὶ ὑμῖν μετὰ προθυμίας ἀκοῦσαι, καταξιώσειε καὶ τὸν διὰ τῶν ἔργων ἐπιδείξασθαι καρπὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν. Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ πρὸς Μανιχαίους, καὶ πάντας τοὺς

διαβάλλοντας τὴν Παλαιὰν καὶ διαιροῦντας αὐτὴν ἀπὸ τῆς Καινῆς, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Ἀποστολικῆς ὑμῖν ἐξηγήσεως χρέος ὀφείλω παλαιόν· ἀλλὰ τοῦτο τὸ χρέος ὑμεῖς μὲν ἴσως ἐπιλέλησθε διὰ τὸν χρόνον, ἐγὼ δὲ οὐκ ἐπιλέλησμαι διὰ τὸν περὶ ὑμᾶς πόθον. Τοιοῦτον γὰρ ἡ ἀγάπη· ἄγρυπνόν τι χρῆμα, καὶ μεμεριμνημένον ἐστί· καὶ οὐχὶ τοὺς φιλουμένους μόνον ἐπὶ τῆς διανοίας περιφέρουσιν οἱ φιλοῦντες, ἀλλὰ καὶ ὅσα ἂν αὐτοῖς ὑπόσχωνται δώσειν, τῶν μελλόντων ἀπολαμβάνειν ἀκριβέστερον τὴν μνήμην ἔχουσιν. Οὕτω καὶ μήτηρ φιλόστοργος τοῖς παισὶ τοῖς ἑαυτῆς λείψανα τραπέζης διατηρήσασα, κἂν ἐκεῖνοι τύχωσιν ἐπιλαθόμενοι, αὕτη γε οὐκ ἐπιλήσεται, ἀλλὰ μετὰ σπουδῆς αὐτὰ διαφυλάξασα πάσης, εἰς μέσον φέρει καὶ διατρέφει πεινῶντας. Εἰ δὲ μητέρες οὕτω περὶ τὰ ἔκγονα φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν