1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

9

1499 Τοίη μὲν πρώτιστον· ἔπειτα δὲ Πνεύματος ἁγνοῦ, Εὖτε λοεσσαμένοισι δι' ὕδατος ἤλυθεν αἴγλη· Ἡ δὲ τρίτη, δακρύων τε καὶ ἄλγεος ἡμετέροιο, Εἰκόν' ἀποξύουσα μελαινομένην κακότητι. Τάων τὴν μὲν ἔχεις πατέρων ἄπο, τὴν δὲ Θεοῖο, Τῆς δ' αὐτὸς γενέτης, βιότῳ φάος ἐσθλὸν ὀπάζων. Ῥήξας δεσμὰ βίοιο, καὶ ἰλύος ἐκτὸς ἔθηκας Σὸν πόδα, καὶ Σοδόμων ἔφυγες πυρόεσσαν ἀπειλήν· Καὶ χθαμαλῶν πεδίων σε φίλη διεδέξατο Σηγὼρ, Μηκέτι παπταίνοντα πρὸς ἄστεα τεφρωθέντα. Πάντων δὲ κτεάνων ἕνα μάργαρον ἐσθλὸν ἐδέξω Ἐσχατιῇ, Χριστόν τε νόον τε σὸν ἁγνὸν ἀγείρας. Καὶ νεφέλην καθύπερθεν ἐφέσσαο, ἄνδιχα κόσμου 1500 Τεμνόμενος χθονίοιο, μέσον δέ τε τεῖχος ἐγείρας Γαστέρος ὕβριν ἔπαυσας, ἀπληρώτοιο βερέθρου Θώκους ὀφρυόεντας ἀπέπτυσας, οἰδαλέον τε Ὄγκον ἀγηνορίης κενεαυχέα ῥίψας ἔραζε. Οἶόν σοι κλέος ἐστὶ Θεὸς μέγας, ἀνδρομέου τε Αἵματος εὐσεβέες μέγ' ἀρείονες. Εἶξεν ἅπαντα Σταυρῷ, τῷ προσέπηξας ἄγων ληΐστορα κόσμον. Ὕμνοις παννυχίοισι καὶ ἠματίῃσιν ἀοιδαῖς Μέλπεις οὐρανίοιο τριλαμπέα πνεύματος αἴγλην. Ταῦτα μὲν ἐσθλὰ, πάτερ, καὶ τέρματος ἆσσον ἀρίστου· (Τέρμα δέ μοι Θεός ἐστι νοούμενος, οὐκέτ' ἐσόπτρῳ·) Μοῦνος δ' ἐντὸς ἔμεινε χόλος καὶ ἡδὺς ὄλεθρος, ∆άπτων, οἷα σίδηρον ἀτειρέα λάθριος ἰὸς, 1501 Ἠὲ χόλῳ βαρύποτμος ἀπιστοτάτοιο δράκοντος, Ὃς καὶ πρωτογόνους γεύσει βάλεν ἐκ παραδείσου Βαιῇ. καὶ θεότητος ἐνόσφισεν, ἧς πέσεν αὐτός. Ἀλλὰ, πάτερ, δάμασον δεινὸν χόλον. Ἔστι καὶ ἡμῖν Χριστὸς ἄναξ, χατέεις δὲ καὶ αὐτὸς ἐϋμενέοντος. Τοῖος σοῖς τεκέεσσι πέλοις, πάτερ, ἀφραδέουσιν, Οἷον ἂν ἀρήσαιο Θεὸν σέο πήμασιν εὑρεῖν, Εἴ ποτέ σοι βαρύμηνις ἀπαντήσειεν ἀνίη. Οὐκ οἶος μερόπων γενέτης ἔφυς, οὔτε σε μοῦνον Παῖδες ἀνιάζουσιν ἀπειθέες. Εἶδον ἔγωγε Πολλάκι καὶ στερεοῖσι κακοῖς εἴκοντα τοκῆα Παιδὸς ἀτασθαλέοντος. Ὁ μὲν πεσσοῖσιν ἄμετρος, Ὃς δ' ὀλοοῖσι πότοισι, καὶ αἰθομένοισιν ἔρωσιν, Οἷς δόμον ἐξαλάπαξαν· ὁ δ' ἤλυθε καὶ κατὰ πατρὸς 1502 Ἀντιβίοις ἐπέεσσι, χέρας δ' ἤειρεν Ἐριννύς. Ἀλλ' ἔμπης καὶ τοῖσι πατὴρ χόλον ἐσθλὸς ἔπεψε, Γραπτῶν γὰρ βασίλεια νόμων ἀδίδακτος ἀνάγκη Ἥ ῥά τε καὶ τοκέεσσιν ἐφ' υἱάσι θυμὸν ἰαίνει. Πολλὰ μὲν, ὧν λεύσσουσιν, ἐπεί ῥ' ἐθέλουσιν, ἄλευστα· Πολλὰ δ' ἀνηκούστησαν ἐν οὔασιν οἷσιν ἔχοντες, Ὄφρα κε μὴ θράσος αἰνὸν ἀποῤῥήξειεν ἔλεγχος, Αἰδὼ τὴν τοκέων ἐσθλὴν ἐπίκουρον ἐλέγξας, Τίκτει γὰρ θράσος ὕβρις, ἐνηείη δέ τε φειδὼ, Καὶ τεκέεσσι μάλιστα, ἐπεὶ κλέος ἐγγὺς ἔχοντες, Οὐ χερὸς εἰκαθέουσι βίῃ, πειθοῦς δέ γε δεσμοῖς. Φλὸξ καλάμης τεκέεσσι πατρὸς χόλος αὐτίκα λήγων· Θυμὸς γλῶσσαν ἔφλεξεν, ὁ δ' ἔσβεσεν οἶκτος ὑποφθάς. 1503 Ἀρὴν ἐκπροέηκε, νόος δ' ἐφθέγξατ' ἀρωγήν. Ἄχθεϊ χεῖρας ἄειρε, καὶ ἄλγεϊ κλαῦσε περισχών. ∆αυῒδ, ὃς βασιλεῦσι μετέπρεπεν Ἀβραμίδῃσι, Πᾶσι μὲν ἤπιος ἦε, τόσον δέ τε παισὶν ἑοῖσιν, Ὡς καὶ πατροφόνοισι χόλον καὶ κήδεα πέσσειν. Τεκμαίρου βασιλῆϊ τὸν ἀντία θωρηχθέντα, Ὄζῳ θ' ἡμιόνῳ τε, θανόνθ' ὑπὸ δάσκιον ὕλην, Οὐκ οἶον θρήνοισιν ἐκλαύσατο, ὥς τιν' ἄριστον, Ἀλλὰ καὶ ἀγγείλαντι δίκην ἐπέθηκε φονῆος. Τύνη δ', ὦ κακόβουλε, πόσον κακὸν, ἢ τί πεπονθὼς, Ὧδε χόλον ἀδάμαστον ἐνὶ φρεσὶ σῇσιν ἀέξεις; Οὔτε σε πατρῴης ἀπεμέρσαμεν, ὦ ἄνα, τιμῆς· Οὐδὲ μὲν ἀσταχύεσσιν ἐπεχράομεν σέο χώρης, 1504 Οὐδὲ βοῶν ἀγέλαις, οὐ πώεσιν, οὐδὲ μὲν ἵπποις· Οὐδὲ λέχους ἐπέβημεν, ὃ μὴ φίλον ἀφραδέοντες, Οὐδὲ δόλον φρασάμεσθα σὺν ἀνδράσι δυσμενέεσσι. Ταῦτα γὰρ εἴ τι χόλοιο φέρει, πάτερ, οὐ νεμεσητόν. Ἓν σέο παισὶ κάκιστον, ἀρειοτέροιο τοκῆος Χείρονες ἐξεφάνημεν, ὃς οὔ τινι πρῶτα λέλοιπας Εἶδός τε μέγεθός τε. Λόγος δ' οὐκ εὔδρομος ἡμῖν· Γλῶσσα δὲ δεσμὸν ἔχει. Τίπτ' ἤλιτον; ἢ σὺ, φέριστε, Οὐκ ἐθέλων τεκέεσσιν ἀρείονα φύσιν ὀπάσσαι; Στήσομεν ἐνθάδε μῦθον. Ἄναξ Πάτερ, Υἱὲ μέγιστε, ∆ὸς χέρα, καὶ νεύσειας ἐμοὶ πατέρ' ἵλαον εἶναι. Ἠνίδε καὶ χείρεσσι γενειάδος, ἠνίδε γούνων Ἁπτόμεθ', ὥστε θεοῖο. Θεοῦ δ' ὀπὸς ἀντιάσαιμεν. Οὐ γάμον, οὐδέ γε πλοῦτον ἐοικότα, οὐ δόμον αἰπὺν 1505 Αἰτέομεν. ∆ὸς χεῖρα καὶ εὐμενέουσαν ὀπωπήν. Μῆτερ