1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

9

Εἶδες πῶς παρέστησε τοῦ ψεύδους τὴν φύσιν ἄκαρπον; ἀκάνθας καὶ τριβόλους μόνους κέκτηται ὁ τούτῳ ἐπερειδόμενος· εἴη δ' ἂν καὶ ἄνυδρος μὲν, ἡ μὴ ἔχουσα θείαν διδασκαλίαν· διψώδης δὲ ἡ μὴ πότιμον βλύζουσα ὕδωρ τοῦ Πνεύματος, ὃ ταῖς καρποφορούσαις πηγαῖς δίδοται παρὰ τοῦ Ἰησοῦ· ἀκαρπία δὲ, κακία καὶ ἄγνοια. Ἄρτων κρυφίων ἡδέως ἅψασθε. [ξοδ. φ. 46 β.] Καὶ ποία ἡδονὴ τῶν κεκλεμμένων, ἐν οἷς φόβος, κίνδυνος, προσδοκία θανάτου; καίπερ δὲ δοκοῦν ἡδὺ, οὐχ ἡδύ ἐστι· κατὰ τό· Ἡδύνθη αὐτοῖς ἄρτος ψεύδους, καὶ μετὰ τοῦτο· Πλησθήσεται τὸ στόμα αὐτῶν ψηφῖδος. Ἀλλ' ἀποπήδησον. [ξοδ. φ. 47 α.] Οὐκ εἶπεν ἀναχώρησον, ἀλλ' ἀποπήδησον. Μακάριον μὲν οὖν τὸ ἀποπηδῆσαι· δεύτερον δὲ τὸ μὴ ἐγχρονίσαι τοῖς φαύλοις νοήμασιν, ἀλλὰ διὰ μετανοίας παλινδρομῆσαι· οὐ γάρ ἐστιν ἀποθήσαντα πῦρ ἐν κόλπῳ, τὰ ἱμάτια μὴ κατακαῦσαι· μήτε τοῖς κακοῖς νοήμασιν ἐγχρονίσαντα, ἀδύνατον μὴ πυρὶ τῷ αἰωνίῳ παραδοθῆναι· ὅθεν δῆλον ὡς μακρὰν δεῖ τῆς κακίας ἐσκηνῆσθαι. [ιτα ξοδ.] Κρημνός ἐστιν ἡ ἁμαρτία· μακρὰν βάδιζε· ὁ γὰρ πλησίον, κἂν ἐν ἀσφαλείᾳ ᾖ, τρέμει καὶ δέδοικεν. Οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον. Ὕδωρ καλεῖ τὴν ἐπιθυμίαν, δεικνὺς ὅτι καθάπερ ὁ φιλονεικῶν πιεῖν ὕδωρ ἀπὸ τῆσδε τῆς πηγῆς, ἔγκλημα ἔχει, τὸ προκείμενον ἁρπάζων, καὶ τὸ μετὰ ἀφθονίας ὂν, οὕτω κἀνταῦθα. Ἢ ὅτι ὥσπερ παρὰ Θεῷ ἐστι πηγὴ ζωῆς, οὕτως καὶ παρὰ τῷ διαβόλῳ πηγὴ θανάτου· εἰ δὲ ἡ τοῦ Θεοῦ πηγὴ, ἀρετῆς καὶ γνώσεως ἐστὶ πηγὴ, ἡ τοῦ διαβόλου δηλονότι κακίας καὶ ἀγνωσίας ἐστὶ πηγή. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ποταμῶν καὶ φρεάτων καὶ ὑδάτων καὶ ὑετῶν νοητέον· τὸ δὲ, προστεθῇ ἔτη, τοῦτο δηλοῖ, ὅτι σὺ εἶ κύριος τοῦ λαβεῖν.

ΚΕΦΑΛ. Ιʹ.

Οὐκ ὠφελήσουσι θησαυροὶ ἀνόμους. [ξοδ. φ. 47 β.] Τί οὖν; οὐ πολλοὶ διὰ χρημάτων θάνατον ἔφυγον; Ναί· ἀλλ' οὐχὶ καὶ τὴν ἁμαρτίαν ἀπεδύσαντο, πολλῷ δὲ χαλεπωτέραν θανάτου ζωὴν ἐξωνήσαντο· μὴ δὲ πεποιθότες ὦμεν ἐπὶ χρήμασιν, ἀλλ' ἐπ' ἀρετῇ· ἢ ὅτι ἐπιγενομένη ἡ δικαιοσύνη τοῖς πρὸς θάνατον ἁμαρτήμασιν, ῥύεται ἀπὸ θανάτου· πῶς δὲ οὐκ ὠφελήσουσιν, ἀνθ' ὧν ἐθησαύρισαν ἐν γῇ, Ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσιν; Ἡ δὲ δικαιοσύνη οὐ μόνον τοὺς αὐτὴν κτωμένους διασώζει, ἀλλὰ καὶ πολλοὺς ἐν αὐτῇ πρὸς ζῆλον ἐγείρει, καὶ ἐκ θανάτου πρὸς ἀθανασίαν αἰώνιον παραπέμπει. 64.684 Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου, ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει. [ιβιδ.] Πῶς γὰρ ἂν λιμώσσωσι, τὸν ζωῆς καὶ οὐράνιον ἄρτον ἔχοντες; Οἱ δὲ ἀσεβεῖς, κἂν εὐθηνίας ἀπολαύσωσιν, οὐδὲν αὐτοῖς ἔσται πλέον. Ἢ καὶ οὕτως· εἰ ἡ ζωὴ τῶν ἀσεβῶν, ἡ κακία ἐστὶ, ταύτην δὲ ἀνατρέψει ὁ Κύριος, ἔσονται δηλονότι ποτὲ οἱ ἀσεβεῖς οὐκ ἀσεβεῖς· μετὰ γὰρ ταύτην τὴν ἀνατροπὴν, ὁ Κύριος παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ἵνα γένηται ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι. Ψυχὴν δὲ δικαίαν γνώσεως καὶ σοφίας καὶ παντὸς ἀγαθοῦ ἐφιεμένην οὐ λιμοκτονήσει ὁ Κύριος. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον. [ξοδ. φ. 48 α.] Τοῦ μὲν δικαίου τὸ κεφάλαιον διασώζεται, στεφανοῦται· ὁ δὲ ἀσεβὴς, ἐπεὶ καὶ στόμα εἰς προσθήκην ἁμαρτιῶν κατακέχρηται, καὶ δι' αὐτοῦ ἁμαρτάνει, πένθει ἀώρῳ καλυφθήσεται. Ἢ οὕτως· ἐν τῷ ἡγεμονικῷ ἐννοεῖται εὐλογία καὶ ἡ σύνεσις, ὁ δὲ λόγος τῶν ἀσεβῶν ἐν παραθέσει μεγάλου πένθους νικᾷ· ἢ ὅτι ὁ λόγος αὐτῶν, χείρων ἀώρου πένθους ἐστίν· ἢ ἀντὶ τοῦ, καὶ τὸ στόμα αὐτῶν καλυφθήσεται, ἵνα τὸ πληρέστατον τῆς τιμωρίας ἐμφαίνῃ. Ὄνομα δὲ ἀσεβῶν σβέννυται. [ιβιδ.] Ἐν μέσῳ