1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

10

ἐμὴ, σὺ δ' ἔμοιγε καὶ ἐννυχίοισιν ὀνείροις Πατρὶ παρισταμένη, λιταῖς χόλον ἐγκεράουσα, Μνωομένη λεχέων τε ὁμοζυγίης τ' ἐρατεινῆς, Λίσσεο σοῖς τεκέεσσι τεὸν πόσιν ἵλαον εἶναι. Καὶ μολπῆς κόρος ἐστὶ, καὶ ἀργαλέου πολέμοιο. Εἰ μὲν δὴ πεπίθοιμι, κακῶν ἅλις· εἰ δ' ἀπιθήσαις, Καὶ τεκέων Θεός ἐστιν· ἀλησόμεθ' ὡς τοπάροιθεν. Σὸν κλέος, εἴτε λιποίμεθ' ἀκηδέες, εἴτε θάνοιμεν· ∆άκρυα πατρὸς ἔχοιμεν ἐς ὕστερον εὐμενέοντος.

∆ʹ. Παρὰ Νικοβούλου πρὸς τὸν πατέρα

. Ὦ πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων 1506 Εἷς νόμος οὗτος ἄνωθεν, ὁμῶς μερόπων ἀλόγων τε, Κάμπτεσθαι φιλότητι, λόγου δ' ἰότητι σοφοῖο, Τικτομένους, τίκτοντας ἐφημέριον βίον ἕλκειν, Καὶ ζώειν φθινύθοντας ἐπ' ἀσταχύεσσιν ἑοῖσιν. Ἀλλ' ἔθρεψας ἔπειτα· βοῶν δέ τε καὶ κρατεροῖσιν Οὔθαθ' ὑποσκαίροντες ἀνακρούουσι καρήνοις Μόσχοι· ταὶ δὲ φέρουσι μόγον γλυκερῆς ὑπ' ἀνάγκης Ὄρνις δ' ἄπτερα τέκνα, φίλης καθύπερθε καλιῆς, Ἀμφιπεριτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα Μάστακ' ἀλητεύουσα, τροφὸς κενεὴ καὶ ἄπαστος. Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γόνους τε, Μησαμένη τοκέων τόδε φάρμακον, ὥς κε βαρείας 1507 Κουφοτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας. Τοὔνεκα καὶ δριμεῖα νέῃ περὶ πόρτακι μήτηρ, Ὡς δὲ κύων σκυλάκεσσι νέοις, καὶ πτηνὰ νεοσσοῖς ∆ῆριν ἄγει· στικτὴ δὲ διέσσυται ἀγριόθυμος Πάρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται ἀλκὴ, Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὀδόντων Θηγομένων καναχηδὰ, γένυς δέ τε βάλλεται ἀφρῷ, Ἱεμένων τεκέεσσιν ἀμυνέμεν, ἠὲ δαμῆναι· Οἶστρος γὰρ τόδ' ἔπεισεν ἀδιδάκτοισι νόμοισι. Σφῆκες δ' αὖ πέτρῃσιν ἐνήμενοι, ἤν τιν' ἴδωνται Πλησίον, οὐδὲ φέροντα κακὸν τεκέεσσι νεογνοῖς, Πετρόθεν ἐκχυμένοι, στρατὸς ἀθρόος, ἀμφὶ πρόσωπα Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσιν ὁδίτην. Ἔστι καὶ ἐν βυθίοισι πόθου νόμος, εἰ ἐτεόν γε 1508 ∆ελφὶς, εἰναλίων βασιλεύτατος, ἤν τιν' ἴδηται Θῆρ' ἁλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τέκεσσιν, Ἣν γένυν ἁπλώσας, εἴσω γόνον αὖθις ἔδεκτο, Λάπτων ὥς τιν' ἐδητὺν, ὅπως μὴ θηρσὶ γένοιτο· Οὐδ' ὅγε πρὶν κευθμῶνος ἀνέπτυσε φόρτον ἄπιστον, Πρὶν θηρὸς κρατεροῖο φυγεῖν στονόεσσαν ἀπειλήν· Τῆμος δ' ἐκ λαγόνων ὠδῖν' ἠρεύξατο κούφην. Τῷ μή μοι γένεσιν προφέρειν, καὶ τυτθὸν ἐδωδὴν, Ἣν σύ γε καὶ δμώεσσι τεοῖς καὶ βουσὶν ὀπάζεις. Ἀλλά τι τῶνδε περισσὸν ἔχειν χατέω, πανάριστε, Ὡς βροτὸς, ὡς ἀγαθοῖο πατρὸς πάϊς. Ἀλλ' ἐπίνευσον, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, οὐδ' ἐπικεύσω. Οὐκ ἐθέλοντα τέκες με, τεκὼν δ' ἔθρεψας ἀνάγκῃ. Ἢν δὲ τεκὼν μεθέῃς με, βοτὸν τέκες ἀντὶ βροτοῖο. Οὐ χρυσὸν ποθέω, οὐδ' ἄργυρον, οὐδὲ τὰ σηρῶν 1509 Νήματα, καὶ λιθάκεσσι μεμιγμένας ἔνδοθεν αὐγὰς, Οὐ γαῖαν πολύμετρον ὁμοίϊα κυμαίνουσαν Αἰγύπτου πεδίοισιν ἀγάσταχυν, οὐ θεραπόντων Πληθὺν, τετραπόδων τε. Γάμος δ' ἄλλοισι μεμήλοι Ὑψηλὸς, δέσποιναν ἄγων, τιμώμενον ἄχθος· Καὶ θρόνος, ὃς παύρους πατέων, πλεόνεσσι πατεῖται, Πολλάκι χειροτέροισι, τὸ καὶ πλέον ἦτορ ὀρίνει. Ἄλλος γάρ τ' ἄλλοισι τύφος, χθαμαλοὶ δέ τε πάντες, Ἔμπεδον οὐδὲν ἔχοντες ἐς αὔριον, ἀλλοτρίοισι Τερπνοῖς φυσιόωντες ἀφιπταμένοισι τάχιστα. Ἐῤῥέτω, ὅσσα φέρει πικρὴ βιότοιο θύελλα Τῇ καὶ τῇ δονέουσα κόνιν πάντεσσιν ἄπιστον. Ταῦτα γὰρ ἠπεδαναῖς μὲν ἔτι φρεσὶν ἔδρακον ἔμπης, 1510 Καὶ πινυτῶν ἐσάκουσα· χρόνος δέ τι καὶ πλέον οἴσει, Ὃν πάντες ἐνέπουσι διδάσκαλον ἡμερίοισιν. Ὦ πάτερ, ἓν ποθέω, μύθων κράτος, ἀντί νυ πάντων. Καλὸν μὲν ῥήτρης πυρόεν μένος, ἔν τ' ἀγορῇσιν, Ἔν τε δικασπολίῃσι, καὶ εὐφήμοισι λόγοισιν. Καλὸν δ' ἱστορίης φρὴν ἔμπλεος· ἱστορίη γὰρ Συμφερτὴ σοφίη, πολλῶν νόος· οὐκ ὀλίγον δὲ Γραμματικὴ ξύουσα λόγον, καὶ βάρβαρον ἠχὴν,