1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

10

γὰρ φερομένου λόγου περὶ δικαίου, οὗτος μὲν ἐγκωμιάζεται, καὶ ἡ μνήμη ἀθανατίζεται· τοῦ δὲ ἀσεβοῦς οὐ μόνον ὁ θάνατος ἄωρος, ἀλλὰ καὶ τὸ ὄνομα ἀωρότερον σβέννυται. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς· ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. [ξοδ. φ. 48 β.] Σοφὸν καλεῖ τὸν εἰδότα, καὶ ἐκ φύσεως ἔχοντά τι· ὃς καὶ πεισθήσεται νόμῳ· ἄστεγον δὲ χείλεσι, τὸν ἄσοφον, τὸν στόμα ἀθύρωτον ἔχοντα, τὸν πάντα φθεγγόμενον, τὸν μηδὲν εἰδότα φυλάσσειν· ὃς οὐκ ἔμαθε τὸ, ἀκήκοας λόγον; συναποθανέτω σοι· ἢ ὅτι ποτὲ μὲν, τοῦτο λαλῶν, ποτὲ δὲ ἐκεῖνο, ὁ τοιοῦτος ἐμπόδια τίθησι τῇ ἑαυτοῦ ζωῇ· ἐν οἷς ὑποσκελισθήσεται, ἀντὶ τοῦ πεσεῖται. Ὃς πορεύεται ἁπλοῦς, πορεύεται πεποιθώς. [ιβιδ.] Καὶ μὴν κακουργία δοκεῖ πρᾶγμα ἀσφαλὲς εἶναι· ἡ δὲ ἀφέλεια, εὐεπηρέαστον εἶναι· ἀλλὰ τοὐναντίον φησὶν, ὅτι ὁ πορευόμενος ἀδόλως θαῤῥείτω· ὁ γὰρ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, καταφανὴς ἔσται· οὐ γὰρ ἔστι λαθεῖν τὸν κακοῦργον· ἢ ἀντὶ τοῦ, ὁ μηδὲν τῷ πλησίον τεκταινόμενος, οὐδὲ παρ' ἑτέρου ἐπιβουλὴν δέξεται· ὁ δὲ λαθραίως ἐπιβουλεύων, καὶ εἰς πρόσωπον ἐπαινῶν, οὗτος γνωσθήσεται, εἰ καὶ δοκεῖ λανθάνειν ἕως καιροῦ. Εἶτα παραινεῖ, ὅτι δεῖ μετὰ παῤῥησίας πάντα ποιεῖν. Αἱ πράξεις τοῦ δικαίου ἀπὸ πηγῆς ἀεννάου τῆς εἰπούσης· Ἐγώ εἰμι ἡ ζωὴ, ἀνελλιπῶς χορηγοῦνται· ὁ δὲ λαλῶν ἀσεβῆ, πεπαύσεται διαδεξαμένης κολάσεως. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον. [ξοδ. φ. 49 α.] Ἵνα γὰρ μὴ λέγῃς τὸ ἀμύνασθαι 64.685 ἠθέλησεν, Οὐ λέγω, φησὶν, ὅτι ὕβρισον, ἀλλ' εἰπέ τι σοφὸν, καὶ πλήξεις τὸν ἐχθρὸν μᾶλλον, ἢ εἰ ῥάβδον εἶχες· ἐπὶ τῷ μὲν μισοῦντι, ἴδιον καὶ πλῆξαι· ὡς ἐὰν θέλῃς, τοῦτο ποίησον· οὐ γὰρ ἡ ὕβρις πλήττει, ἀλλ' ἡ ἐπιείκεια. Κτῆσις πλουσίων, πόλις ὀχυρά. Συντριβὴ δὲ ἀσεβῶν, πενία. [ιβιδ.] Οὐκ ἐπαρκεῖ ἑαυτῷ ὁ πλούσιος· εἰ γὰρ μὴ ἐν πόλει εἴη ἀσφαλεῖ, σφαλερὰ ἔσται ἡ κτῆσις αὐτοῦ· εἶτα καὶ τὴν πενίαν κακίζει· κατὰ δὲ διάνοιαν, τῶν κατὰ Θεὸν πλουτούντων οἱ μαθηταὶ τυγχάνουσιν ἀῤῥαγεῖς· οἱ δὲ ἀσεβεῖς μηδὲν ἔχοντες ἄξιον ἀκοῆς, ἀκροατὰς οὐκ ἔχοντες πένονται· διὸ καὶ ἀπόλλυνται. Ὁδοὺς ζωῆς, τὰς ἀγούσας ἐπὶ τὴν ἀρετήν· παιδείαν δὲ ἀνεξέλεγκτον, τὴν κακὴν τῆς ψυχῆς πολιτείαν, ἥτις λανθάνουσα πλάνην ποιεῖ. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής· δίκαιος δὲ ἐκκλίνας, σώζεται εἰς αἰῶνα. [ξοδ. φ. 50 β.] Ὅτι πειρασμοῦ ἐπερχομένου, ἀδεῶς ἁμαρτάνει· ὁ δὲ δίκαιος περιγενόμενος τοῦ πειρασμοῦ, δι' ὑπομονῆς καὶ εὐχαριστίας, σώζεται εἰς τὸν αἰῶνα. Ὅρα πῶς ἀσφαλὴς ἡ δικαιοσύνη· ὁ μὲν γὰρ ἐκκλίνας, ἤτοι μεταστραφεὶς, ἢ στεῤῥῶς ὑπομείνας, σώζεται· ὁ δὲ καίτοι μὴ ἁπλῶς ἐπιούσης, ἀλλὰ παραπορευομένης ταραχῆς ἤτοι πειρασμῶν, ἀφανίζεται· ἀδεῶς δὲ ἁμαρτάνει, τὴν δικαιοκρισίαν τοῦ Θεοῦ μὴ εἰδώς. Φόβος Κυρίου προστίθησιν ἡμέρας. Ἡμέρας τὰς ἀπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου γινομένας· ὑπὲρ ὧν ὁ ∆αυῒδ εὔχεται· Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ὧν πλήρης γεγονὼς Ἀβραὰμ ἐξέλιπεν.

ΚΕΦΑΛ. ΙΑʹ.

Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου. [ξοδ. φ. 51 α.] Ἀπροσπαθὲς γὰρ ἡμῖν βούλεται εἶναι τὸ διακριτικόν· καὶ γὰρ ἡ ἡμετέρα κρίσις, ζυγός ἐστι τῶν πραγμάτων. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία. Οὐ περὶ τῶν ὑβριζομένων, ἀλλὰ περὶ τῶν ὑβριζόντων φησί· διὰ τί; ἐκεῖνοι γάρ εἰσιν ἠτιμωμένοι· οὐχ ὁ κακῶς ἀκούων, οὐδὲ ὁ πάσχων, ἀλλ' ὁ ποιῶν· πάντες γὰρ ἐκεῖνον ἀπελαύνουσιν, ἅτε κοινὴν ὄντα λύμην· ἢ ὕβριν λέγει τὴν ὑπερηφανίαν· ὁ μὲν γὰρ ὑπερήφανος, ἄτιμος· ὁ δὲ ταπεινὸς, ἔντιμος καὶ σοφός. Τούτου γὰρ πρώτου δεῖται ἡ σοφία. Τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται