1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

11

Ἑλλάδος εὐγενέος γλώσσης ἐπίκουρος ἀρίστη· Καὶ λογικῆς τέχνης τὰ παλαίσματα, οἷς ὕπ' ἀληθὲς Κρύπτεται, ὃ τριφθεὶς δὲ λόγος περίφαντον ἔθηκεν· Ὅσσοις τ' ἤθεα κεδνὰ διαπλάσσουσιν ἄριστοι, Ὡς τυρὸν πλεκτοῖσιν ἐειδόμενον ταλάροισιν· 1511 Ἠδ' ὁπόσα πτερόεντι νόῳ λεπταῖς τε μερίμναις Βένθεα διφήσαντες, ὁ μὲν τοῦ, τοῦ δέ τις ἄλλος, Ἄνδρες ἐθηήσαντο σοφοὶ, βίβλοισι δ' ἔδωκαν· Ἠερίων, χθονίων τε καὶ εἰναλίων φύσιν εὗρον, Οὐρανίων τ' ἐπὶ πᾶσι Θεοῦ νόον ἀφράστοιο· Πῶς τόδ' ἄγει, καὶ ποῖ προφέρει, καὶ εἰς ὅτε λήξει Κόσμος ὅλος πολλοῖσι κεκασμένος ἔνδοθι κόσμοις· Ἢ μάθον, ἢ τὰ νόησαν, ἃ μὴ θνητοῖο νοῆσαι. Αὐτὰρ ἐπὴν δὴ ταῦτα διεξελάσω νεότητι, Πνεύματι θειοτέρῳ δώσω φρένας, ὅσσα κέλευσε Καλὰ ἀνιχνεύων τε καὶ ἐς φάος αἰὲν ὁδεύων, Καὶ στάθμην βιότοιο φέρων κινήμασι θείοις, Ὥς κεν ἀοσσητῆρα, συνέμπορον, ἡγεμονῆα Χριστὸν ἔχων, κούφῃσι σὺν ἐλπίσιν ἔνθεν ἀερθῶ, 1512 Καὶ ζωῆς καθαρῆς τε καὶ ἀλήκτοιο τύχοιμι, Μηκέτ' ἀληθείης ἰνδάλματα τηλόθε λεύσσων, Ὥστε δι' ἐσσόπτροιο καὶ ὕδατος ἀδρανέοντα, Αὐτὴν δ' ἀτρεκίην θηεύμενος ὄμμασιν ἁγνοῖς, Ἧς πρῶτον πύματόν τε Τριὰς θεότης μονόσεπτος, Ἓν φάος ἐν τρισσοῖς ἀμαρύγμασιν ἰσοθέοισι. ∆έρκεο μητρὸς ἐμῆς μήτρων μέγαν, ὃς περὶ πάντων Μύθοισι πυκινοῖσι κεκασμένος, οὓς συνάγειρεν Ἐκ περάτων, γλώσσῃσί τ' ἐνὶ πλεόνεσσι καθίζων, Ὑστάτιον κληῖδα λόγων ποιήσατο, Χριστὸν Καὶ βίον αἰπήεντα. Πρὸς ὃν, πάτερ, ὄμμα τιταίνω. Εἴ τοι καὶ βαιὸν χθαμαλώτερον· ἀλλὰ μετρεῖσθαι Μέτροισι μεγάλοισι βίον πυκινόφρονος ἀνδρός. Κρεῖσσον δεύτερ' ἔχειν μεγάλων, ἢ πρῶτα πενιχρῶν· 1513 Ὡς ἵπτασθ' ἀετοῖο κάτω ῥοιζοῦντος ὕπερθεν, Ἠὲ χαμαιπετέων κορύδων ὑπὲρ ἠέρα τέμνειν. Ταῦτα, πάτερ, ποθέω, σὺ δέ μοι τελέσειας ἐέλδωρ. Ναὶ λίτομαι· τῆς σῆς δὲ γενειάδος ἅπτομ' ἔγωγε; Ναὶ λίτομαι· καιροῖο λαβώμεθα, ὃν προσιόντα Ἔστιν ἑλεῖν, ζητεῖν δὲ παραθρέξαντα, μάταιον. Καιρὸς φυταλιῆς, καιρὸς δέ τε γαῖαν ἀρόσσειν· Καιρὸς ποντοποροῦσι λύειν πρυμνήσια νηῶν· Καιρὸς θηρητῆρσι κατ' οὔρεα θῆρας ἀναιρεῖν· Καιρὸς δ' αὖ πολέμοιο· τὰ δ' ἄνθεα εἴαρος ὥρη Τίκτει. Ὣς δὲ λόγων ἔσθ' ὥριος ἀνδράσι καιρὸς, Ἡνίκα θερμότεροι ψυχῶν πλείουσιν ἔρωτες, Οὐδὲ τύποις πολλοῖσι χαράσσεται ἔνδοθεν ἦτορ, Ἀλλὰ νεογράπτοις καλοῖς μούνοισι τέθηλε, 1514 Καὶ ῥίζαν βιότοιο νέοι βάλλοντ' ἐπὶ γαίης, Ἐσθλήν τε στυγερήν τε, τὸ καὶ φράζεσθαι ἄμεινον. Πείθομαι, ἦ τινα μῦθον ἀρείονα τοῖσδ' ἐπιθήσω; Αἰδέομαι τοὺς σοὺς μύθους, πάτερ, οἷς σύ γ' ἄριστος Εὐδρομέων γλῶσσάν τε καὶ οὔατα, καὶ νόον ὠκὺν Ἐν πάντεσσι νόμοισιν ὁμῶς, ἀδέτοις τε δετοῖς τε, Οὐδὲ μόγοις πολλοῖσι, τὸ δὲ καὶ θαῦμα περισσόν. Οἶδά σε καὶ βασιλεῦσι παριστάμενον μεγάλοισι, Καὶ μετ' ἀριστήων τιμώμενον, εἴ ποτ' ἔην γε, Ἡνίκα θούριον ἔγχος Ἀχαιμενίδῃσι τίνασσες· Καὶ πλούτῳ κομόωντα, καὶ αἵματι, καὶ πραπίδεσσιν, Εἶδός τε μέγεθός τε· παλαιοτάτοισιν ὅμοιος Αἰακίδῃσιν ἔης, ἢ Αἰτωλῷ Μελεάγρῳ. Ἀλλὰ καὶ ὣς μῦθοί σε πλέον κλήἵσσαν ἁπάντων, 1515 Ἔμπεδον, ἀστυφέλικτον, ἀγήραον, ἄτροπον, ἐσθλὸν, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενον λυκάβασι. Κλῆρον ἔχειν ποθέω πατρώϊον, ὥς ποτε λόγχην Σπαρτιάται, Πέλοπός τε γένος Πελοπήϊον ὦμον, Καὶ σκῆπτρον πατέρων εἰς υἱέας αἰὲν ὁδεῦον· Κεκροπίδαι τέττιγα πλόκων ὕπερ υἱέα γαίης Γηγενέες. Καὶ εἶδος ἔχειν πατρώϊον εὖχος. Αἴδεό μοι πόθον· αὐτὸν ἀμύμονα εἶδον ἔγωγε Καὶ στυγεροῖσι πόθοισι τέκνων εἴκοντα τοκῆα, Ὥς τιν' ἀοσσητῆρα νόσου, καὶ τερπνὰ φέροντα Ἄμμιγα τοῖς ἀγαθοῖσιν, ὅπως τὰ κρείσσονα τερπνοῖς Φαρμάσσοι, μικρῷ δὲ χερείονι νοῦσον ἐλαύνοι· 1516 Καί τινα καὶ σοφίης ἀδαήμονα, πολλάκι παιδὶ Ἑσπόμενον ποθέοντι λόγους, καὶ δόντα πόθοισιν Ὀθνείοις ἀγαθοῖσιν, ὅπως κεχάροιτο γόνοιο. Αὐτὰρ ἐγὼ κέλομαί σε τὰ μὲν κάλλιστα ποθεῦντι Ἕσπεσθαι, καὶ χεῖρα φέρειν, πάτερ· εἰ δὲ κακοῖσι Τερποίμην, παίδων με τεῶν ἄπο τηλόθι ῥῖψον Ὡς νόθον, εὐγενέος Ῥήνου κριθέντα ῥεέθροις, Ἢ καθαρῶν ἀετῶν ψευδῆ γόνον ἀκτίνεσσι. ∆ὸς χάριν, ἢ