1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

11

προνοίας, ὥσπερ ἔκ τινος μετανοίας ἀνενεγκών· ὅπερ οὐ Θεοῦ μόνον, ἀλλὰ καὶ ἀνθρώπου τοῦ τυχόντος ἀνάξιον ἂν εἴη, τοσούτους ἀφέντος ἀπολέσθαι ἐν τοσούτῳ χρόνῳ, ὀψέ ποτε ἐν ἐσχάτῳ τῶν καιρῶν τῆς τῶν ὀλίγων ἐπιλαβέσθαι προνοίας. δʹ. Ὁρᾷς ὅσαις τὸν Θεὸν ὑποβάλλουσι βλασφημίαις ἐκεῖνοι, ἕτερον μὲν τῆς Καινῆς, ἕτερον δὲ τῆς Παλαιᾶς λέγοντες εἶναι νομοθέτην; Ἅπερ ἅπαντα λύεται, ἂν ἕνα ἑκατέρας τῆς ∆ιαθήκης δῶμεν εἶναι Θεόν. Εὑρεθήσεται γὰρ κατὰ λόγον τὰ καθ' ἡμᾶς οἰκονομῶν, τότε μὲν διὰ τοῦ νόμου, νῦν δὲ διὰ τῆς χάριτος, καὶ οὐ προσφάτως, οὐδὲ νεωστὶ, ἀλλ' ἄνωθεν καὶ ἐκ πρώτης ἡμέρας τῆς ἡμετέρας ἐπειλημμένος προνοίας. Ἵνα δὲ μειζόνως αὐτῶν τὰ στόματα ἀποῤῥάψωμεν, φέρε, καὶ αὐτὰς τὰς ῥήσεις παραγάγωμεν, καὶ προφήτας, καὶ ἀποστόλους βοῶντας, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης. Παρίτω τοίνυν εἰς μέσον ὁ ἐκ κοιλίας ἁγιασθεὶς Ἱερεμίας, καὶ αὐτὸ τοῦτο δεικνύτω σαφῶς ἕνα καὶ τὸν αὐτὸν ἑκατέρας ὄντα τῆς ∆ιαθήκης Θεόν. Τί οὖν οὗτός φησιν, ἐκ προσώπου τοῦ νομοθέτου κηρύττων; ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Ὥστε ὁ τὴν Καινὴν αὐτοῖς διαθέμενος, αὐτός ἐστιν ὁ καὶ τὴν Παλαιὰν δοὺς Θεός. Ἐνταῦθα καὶ τοὺς ἀπὸ Παύλου τοῦ Σαμοσατέως ἐπεστόμισεν ἱκανῶς, οἳ τὴν προαιώνιον ὕπαρξιν ἀναιροῦσι τοῦ Μονογενοῦς. Εἰ γὰρ πρὸ τοῦ τόκου τῆς Μαρίας οὐκ ἦν, οὐδὲ ὑπῆρχε πρὶν ἢ φανῆναι ἐν σαρκὶ, πῶς ἐνομοθέτει ὁ μὴ ὤν; πῶς δὲ ἔλεγε, ∆ιαθήσομαι ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν; πῶς διέθετο τοῖς πατράσιν αὐτῶν μὴ ὑπάρχων, μηδὲ ὢν, κατὰ τὸν ἐκείνων λόγον; Ἀλλὰ πρὸς Ἰουδαίους μὲν καὶ τοὺς τὰ Ἰουδαίων νοσοῦντας Παυλιανοὺς ἱκανὴ στῆναι ἡ τοῦ προφήτου μαρτυρία· ἵνα δὲ καὶ Μανιχαίους ἐπιστομίσωμεν, ἀπὸ τῆς Καινῆς τὴν μαρτυρίαν παραγάγωμεν, ἐπειδὴ τῆς Παλαιᾶς οὐδεὶς αὐτοῖς ἐστι λόγος, μᾶλλον δὲ οὐδὲ τῆς Καινῆς· ἀλλὰ καὶ ταύτην, ἣν δοκοῦσι τιμᾷν, οὐχ ἧττον ἐκείνης καθυβρίζουσιν· ἑνὶ μὲν τρόπῳ, τῷ τῆς Παλαιᾶς ἐκκόψαι, καὶ τὸ ἀξιόπιστον αὐτῆς λυμήνασθαι. Οὐ γὰρ μικρὰ τῶν ἐν αὐτῇ κειμένων τῆς ἀληθείας ἀπόδειξις, τῶν ἐν τῇ Παλαιᾶ 51.285 προφητειῶν ἡ προαναφώνησις ἦν, οὓς ἀποστραφέντες οὗτοι οὐκ αἰσθάνονται τῶν προφητῶν μᾶλλον τοὺς ἀποστόλους ἀτιμάσαντες. Ἑνὶ μὲν οὖν τρόπῳ τούτῳ τὴν Καινὴν καθυβρίζουσιν, ἑτέρῳ δὲ πάλιν δευτέρῳ, τῷ τὰ πλείονα αὐτῆς ἐκκόψαι. Πλὴν ἀλλὰ καὶ αὐτὴ τῶν ἐν τῇ αὐτῇ κειμένων ἡ δύναμις τοσαύτη, ὡς καὶ ἀπ' αὐτῶν τῶν λειψάνων εὐφώρατον αὐτῶν γενέσθαι ποιεῖ τὴν κακουργίαν· τὰ γὰρ ἀποκοπέντα μέλη κράζει καὶ βοᾷ, τὴν πρὸς τὰ οἰκεῖα μέλη συμφωνίαν ἐπιζητοῦντα. εʹ. Πῶς οὖν ἀποδείξομεν, ὅτι Καινῆς καὶ Παλαιᾶς εἷς ἐστιν ὁ νομοθέτης; Ἀπὸ τούτων τῶν παρ' αὐτοῖς ὑπολελειμμένων ῥημάτων τῶν ἀποστολικῶν, ἃ δοκεῖ μὲν ἔχειν τοῦ νόμου κατηγορίαν, συνίστησι δὲ αὐτὸν μάλιστα, καὶ δεικνύει θεῖον ὄντα χρησμὸν καὶ ἄνωθεν ἥκοντα. Καὶ τοῦτο δὲ τῆς τοῦ Πνεύματος ἐγένετο σοφίας, ὥστε τῇ προχείρῳ ῥήσει δελεασθέντας τοὺς τοῦ νόμου κατηγοροῦντας ἄκοντας καὶ ἀγνοοῦντας δέξασθαι τὴν ὑπὲρ αὐτοῦ γεγραμμένην ἀπολογίαν· ἵνα, ἂν μὲν θελήσωσι πρὸς τὴν ἀλήθειαν ἰδεῖν, ἔχωσι τὴν ῥῆσιν τὴν χειραγωγοῦσαν αὐτούς· ἂν δὲ ἐπιμένωσι τῇ ἀπιστίᾳ, μηδεμιᾶς συγγνώμης λοιπὸν τύχωσι, καὶ αὐτοῖς, οἷς δοκοῦσι πιστεύειν, ἀπιστοῦντες κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ποῦ τοίνυν ἡ Καινὴ ἑαυτῆς καὶ τῆς Παλαιᾶς ἕνα τὸν νομοθέτην εἶναί φησι; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ· ἡμεῖς δὲ ἐκείνην τέως σπουδάζομεν τὴν περικοπὴν εἰς μέσον ἀγαγεῖν, τὴν καὶ παρὰ τοῖς Μανιχαίοις σωζομένην ἔτι καὶ νῦν. Τίς οὖν ἐστιν αὕτη; Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, φησὶ, τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας; Ἤκουσαν οἱ