ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή. Ἅγιος ὁ νόμος καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀποφαίνει γὰρ ἁγίους τε καὶ δικαίους καὶ ἀγαθοὺς τοὺς οἵ περ ἂν ἕλοιντο φυλάττειν αὐτὸν, ἵνα δὴ γένοιντο ταῖς ἐκ παραβάσεων αἰτίαις οὐδαμόθεν ἁλώσιμοι. ἀλλ' ἦν τοῦτό πως ἀνέφικτον· "Παραπτώματα γὰρ τίς συνήσει," κατὰ τὸ γεγραμμένον; Τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; Ἅγιος μὲν ὁ νόμος, ἁγία δὲ καὶ ἡ ἐντολὴ καὶ ἀγαθή. εἶτα πῶς ἔφασκε "Καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς "θάνατον;" ἆρα οὖν εἰπέ μοι γέγονε τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο, φησίν· ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον, ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν 201 ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑπεζευγμένοις· πῶς ἢ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη, διεληλάκαμεν δὲ πρὸς τοῦτο λοιπὸν ἀσθενείας ἡμεῖς, ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πως, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρά πως δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ' ἁμαρτίαν· καὶ τάχα που, φησὶν, ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς· τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ ∆εσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι. πλήν ἐστί τις αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν· τοῖς γεμὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πως. οὐκοῦν εἰ φαίνοιτο διαβιοῦν ᾑρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ' ἀπονοίας τὸ κατηγόρημα, καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας· οὕτως ἂν λέγοιτο καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος καὶ τοῦ πεπλημμεληκότος ὡς ἐν ἀγνοίᾳ, ἥκιστα γεμὴν καθ' ὑπερβολὴν λεγομένου τε καὶ ὄντος ἁμαρτωλοῦ. Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν. Πνευματικόν φησι τὸν νόμον, ὡς ἀποτελοῦντα πνευμα 202 τικοὺς τοὺς ἑπομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς ὁ μὴ κατὰ σάρκα ζῶν, ἀπονενευκὼς δὲ μᾶλλον ἐπὶ τὸ θέλειν ἕπεσθαι τῇ θελήσει τοῦ πνεύματος· ἔφη δὲ καὶ ὁ μακάριος ∆αυείδ "Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχὰς, ἡ "μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια· ὁ φόβος Κυρίου "ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος." ὥσπερ οὖν ἄμωμόν φησιν εἶναι τὸν νόμον, οἶδε γὰρ ἀμώμους ἀποτελεῖν, πιστὴν δὲ τὴν μαρτυρίαν ὡς πιστοὺς ἀποφαίνουσαν, καὶ ἁγνὸν τὸν φόβον, ἔστι γὰρ ἁγνοποιὸς, οὕτως ἐκδέξῃ κἀνθάδε πνευματικὸν εἰρῆσθαι τὸν νόμον, ὡς πνευματικοὺς ἀποφαίνοντα τοὺς ἑπομένους αὐτῷ· εἰ γὰρ καί ἐστιν ἐν σκιαῖς, ἀλλ' οὖν ἔχει τῆς ἀληθείας τὴν μόρφωσιν. τί οὖν ὁ Παῦλος; ἰσχυρίζεται μὲν, ὅτι πνευματικὸς ὁ νόμος, αἰτιᾶται δὲ τὴν ἀνθρώπου φύσιν ὡς πολὺ νοσοῦσαν τὴν ἁμαρτίαν· καὶ πειρᾶται πληροφορεῖν, ὡς ἐπείπερ ἐστὶ πνευματικὸς ὁ νόμος, ταύτῃτοι μάλιστα φορτικός ἐστι τῇ τοῦ ἀνθρώπου φύσει· τί γὰρ, εἰπέ μοι, φησὶν, εἰ ὁ μὲν νόμος ἐστὶ πνευματικὸς, ἐγὼ δὲ σαρκικός εἰμι, τουτέστι τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος; ὁρᾷς ὅπως εἰς ὅσην ἡμῖν ἐναντιότητα θελημάτων τίθησι τὰ δηλούμενα; ἕτερον γὰρ τὸ θέλημα τοῦ πνεύματος, καὶ ἕτερον ἂν νοοῖτο τὸ τῆς σαρκός· ἀντίκεινται γὰρ ἀλλήλοις, καὶ ἀσύμβατον ἔχουσι τὴν εἰς ταυτότητα συνδρομήν· ὅτε τοίνυν σαρκικὸς μὲν ὁ ἄνθρωπος, πνευματικὸς δὲ ὁ νόμος, πῶς ἂν γένοιτο καὶ οἰστὸς τοῖς οὕτως ἠῤῥωστηκόσι τὴν ἁμαρτίαν; καὶ μάλα ἐμφρόνως· εἰ γάρ ἐστι σαρκικὸς, νοηθείη ἂν οἷά τις αἰχμάλωτος καὶ