Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων 187 νόμος. νενόσηκεν οὖν ἡ φύσις τὴν ἁμαρτίαν διὰ τῆς παρακοῆς τοῦ ἑνὸς, τουτέστιν Ἀδάμ· οὕτως ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὐχ ὡς τῷ Ἀδὰμ συμπαραβεβηκότες, οὐ γὰρ ἦσαν πώποτε, ἀλλ' ὡς τῆς ἐκείνου φύσεως ὄντες τῆς ὑπὸ νόμον πεσούσης τὸν τῆς ἁμαρτίας. ὥσπερ τοίνυν ἠῤῥώστησεν ἡ ἀνθρώπου φύσις ἐν Ἀδὰμ διὰ τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ· γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. ∆ιαλογιεῖταί τις, φησὶ, κατὰ τὸ εἰκὸς ἐκεῖνό που καὶ λέγει "Τύπος ἦν τοῦ μέλλοντος" ὁ Ἀδὰμ, καὶ ὥσπερ ἐν ἐκείνῳ κατεστάθημεν ἁμαρτωλοὶ διὰ τὴν παράβασιν, οὕτως ἐν Χριστῷ δεδικαιώμεθα δι' ὑπακοῆς. ἔδει τοίνυν μεσολαβοῦντος, φησὶν, οὐδενὸς τὴν ἐν Χριστῷ δικαίωσιν τοῖς ἐπὶ γῆς ἀναφαίνεσθαι· εἶτα ποία γέγονε τῶν διὰ Μωυσέως νόμων ὡς ἐξ ἀνάγκης ἡ χρεία; πρὸς δὴ τὰ τοιαῦτα πάλιν ὁ θεσπέσιος Παῦλος μονονουχὶ καὶ ἀνίσταται λέγων Νόμος δὲ παρεισῆλθεν ἵνα πλεονάσῃ τὸ παράπτωμα· τὸ δέ Παρεισῆλθεν, ἀντὶ τοῦ παρεισβέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως καὶ τὴς ἐν Χριστῷ δικαιοσύνης. καὶ τίς ἂν νοοῖτο πάλιν τῆς τοῦ νόμου παρεισδρομῆς ἡ χρεία, σαφῶς ἀκούσει λέγοντος Ἵνα πλεονάσῃ τὸ παράπτωμα. τί φῂς, ὦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος, καὶ πεπλήθυνται δι' αὐτοῦ τὸ παράπτωμα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρῦναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ ∆αυεὶδ ὅτι "πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἦν ὁ ποιῶν χρη"στότητα, οὐκ ἦν ἕως ἑνός·" διεφθάρκασι μὲν γὰρ πάντες οἱ ἐπὶ τῆς γῆς τὴν ὁδὸν αὐτῶν μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃτοι καὶ ἐκολάζοντο, κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμὸν, ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ' οὖν 188 καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου φύσις. πεπραχότας δὴ οὖν ἀθλίως τοὺς ἐπὶ γῆς κατηλέει Θεὸς, καὶ τῆς τυραννούσης αὐτοὺς ἁμαρτίας ἀπαλλάττειν ἐν Χριστῷ φιλαγάθως ἐσκέπτετο· ἀλλὰ δεῖν ᾠήθη καὶ μάλα ὀρθῶς πολὺ νοσοῦντας προαναφαίνεσθαι τοὺς ἐπὶ τῆς γῆς, ἵνα χρειωδεστάτην ἔχουσα τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γάρ φαμεν οὐ τὸν ἤδη δίκαιον, ἀλλ' εἴ τις ἐστὶν ἁμαρτίαις ἔνοχος· πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἵνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο τὸ παράπτωμα, μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενὲς, ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα· ταύτῃτοί φησιν Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις· ἔδει γὰρ εἶναι τοσαύτην ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου. Ἢ ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν; Βεβαπτίσμεθα μὲν ὁμολογουμένως εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος· εἰ δὲ δὴ λέγοι ὡς εἰς Χριστὸν Ἰησοῦν βεβαπτίσμεθα, οὐκ ἔξω τοῦ εἰκότος ἐρεῖ· μάλιστα μὲν γὰρ ὀνόμασί τε καὶ ὑποστάσεσι καὶ προσώπων διαφοραῖς εἰς ἰδικὴν ἑτερότητα διεστήξει πως Πατὴρ πρὸς Υἱὸν καὶ πρὸς ἄμφω τὸ Πνεῦμα· Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ καὶ οὐχ Υἱός· Υἱὸς δ' αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ καὶ οὐ Πατὴρ, Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον· ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἁγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας 189 ταὐτὸν, κἂν εἰ ἕν τις ὀνομάσῃ, δυνάμει θεωρημάτων τὴν τοῦ παντὸς δήλωσιν