Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

"παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη "αὐτοῖς·" ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που πάντως ἑκοῦσα· πόθεν; πῶς δὲ δὴ ἄρα καὶ τοῦτό φαμεν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ' ἡμᾶς οὐδὲν ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις· οὐ γάρ ἐστι λογική· ἀλλ' εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἂν ἠνέσχετό φησι τῆς οὕτως αἰσχρᾶς δουλείας, 217 οὐδ' ἂν ἠθέλησεν ὑποτετάχθαι τε καὶ ὑπηρετεῖν τοῖς ἐπ' οὐδενὶ τῶν ἀναγκαίων ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις· ἀλλ' ἐπ' ἐλπίδι, φησὶ, τῶν σωθησομένων καὶ τῶν κατὰ καιροὺς ἁγίων τε καὶ ἐκλεκτῶν, ὑποτέτακται τέως, καταζευγνύντος αὐτὴν τοῦ Θεοῦ καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν ὑπό γε τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτὸν, ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις· ἀλύει μὲν γὰρ μονονουχὶ καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ ἦν αὐτῇ τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ' ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώζουσα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ "τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ." Οὐ μόνον δὲ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν. ∆έχεται πρὸς ἀπόδειξιν τῶν εἰρημένων τὸ ἐν ἡμῖν γίνεσθαι πεφυκός· αὐτοὶ γὰρ ἡμεῖς φησιν οἱ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν βαρούμενοι, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. ἀληθὲς γὰρ ὅτι "φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ "γεῶδες σκῆνος νοῦν πολυφρόντιδα." γεγονότος δὲ ἅπαξ ἐν ἡμῖν τοῦ Πνεύματος, καὶ μεταστοιχειοῦντος ἡμᾶς εἰς ἔφεσιν ἀρετῆς, ἀντεξάγει ὥσπερ ἡ φιλοσαρκία, καὶ ὁ τοῖς μέλεσιν ἡμῶν ἐγκατασκήψας νόμος, ἀεὶ καταθήγων εἰς ἐκτόπους ἡδονὰς, ἀπηνῶς ἀντανίσταται. ταύτῃτοι στενάζομεν τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν εἰς υἱοθεσίαν καταλογιζόμενοι· δεδιψήκαμεν γὰρ οὐ τὴν τῶν σωμάτων ἀπόθεσιν, οὔτε μὴν ταύτην εἶναί φαμεν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν 218 τὸ σῶμα πνευματικὸν, τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημα τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον· τοῦτο εἶναί φαμεν τὸ σῶμα τὸ πνευματικόν. Εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαντείτωσαν ἡμῖν τὴν ἀνάστασιν· μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνεσίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθήσεσθαι λέγειν εἰς ἅπαν αὐτὴν πεσοῦσαν εἰς γῆν, ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικὸν, ἰσχνόν φημι καὶ ἀερῶδες· νοοῦσι γὰρ ὧδε τὸ πνευματικὸν αὐτοί. Τῇ γὰρ ἐλπίδι ἐσώθημεν. Πιστεύομεν ὅτι μέλλει καὶ τὰ ἡμῶν σώματα κρείττω γίνεσθαι φθορᾶς καὶ θανάτου· ἀπόκειται δὲ τοῦτο ἡμῖν ἐν ἐλπίσιν, οὐχ ὡς ἤδη παρὸν, ἀλλ' ὡς πάντη τε καὶ πάντως ἐσόμενον· καὶ ἐκδεχόμεθα δι' ὑπομονῆς τληπαθοῦντες, ἵνα τύχωμεν τῆς οὕτω σεπτῆς δωρεᾶς. Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν κ.τ.λ. Ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. Στεναγμοῖς ἀλαλήτοις ἐντυγχάνει ὑπὲρ ἡμῶν τὸ ἡμῶν δηλονότι πνεῦμα· στενάζομεν γάρ ἐσθ' ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ποιεῖσθαι σπουδάζοντες. οὐκοῦν ἐν Ἁγίῳ Πνεύματι καὶ τοῦτο μανθάνομεν· σοφὸν γάρ ἐστι καθάπερ καὶ ὁ Υἱός. ἐπειδὴ δέ φησι Τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν, ἐκεῖνο ζητήσωμεν· καίτοι τὸ τίνα δὴ τρόπον προσεύξεσθαι δεῖ, προπεπαιδεύμεθα παρὰ Χριστοῦ λέγοντος ἐναργῶς 219 "Οὕτως οὖν ὑμεῖς προσεύχεσθε Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐ"ρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·" καὶ ὅσα τούτοις ἐστὶν ἐφεξῆς. ὅτε τοίνυν ἐγνώκαμεν καθ' ὃν ἂν πρέποι τρόπον