Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένοι· τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατηλεήσαντος. Λόγον γὰρ συντελῶν καὶ συντέμνων. Ἔσωσε δέ φησιν λόγον συντελῶν καὶ συντέμνων, τουτέστιν εὐφυὲς καὶ σύντομον καὶ ἵν' οὕτως εἴπω συντετμημένον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι· τὸ 234 δὲ κήρυγμα τὸ εὐαγγελικὸν ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημένος. Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης. Ἀποδιδοὺς τοίνυν τὰς αἰτίας τοῦ μὴ πάντας σεσῶσθαι Ἰουδαίους, εὐθὺς ἐπιπλέκει τῷ λόγῳ θαῦμα, καί φησιν Ὢ παραδόξου πράγματος· ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται, ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μωσέως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία, σαφής· οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. Λίθον προσκόμματος. Οὐ γὰρ δήπου φαμὲν ὅτι διὰ τοῦτο ἐτέθη Χριστὸς ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐπειδὴ τοῦτο προέγνωστο τῷ Θεῷ, τὸ ἐσόμενον προαναπεφώνηκεν ἀναγκαίως, ὡς κείσεται μὲν ὄλισθος εἰς τὰ θεμέλια Σιὼν, μέλλουσι δὲ περιπίπτειν αὐτῷ τῶν ἀσυνέτων τινὲς, καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποίειτο δὲ τὴν προαγόρευσιν χρησίμως, οὐχ ἵνα προσκόψειαν, ἀλλ' ἵνα προεγνωκότες ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος, πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία· τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος. Μαρτυρῶ γὰρ αὐτοῖς. Μαρτυρεῖ τοίνυν αὐτοῖς τὸν εἰς Θεὸν ζῆλον· πλὴν ἐλέγχει πεπλανημένους· ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν 235 ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ ἔλεγον ὅτι "Περὶ καλοῦ ἔργου "οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρω"πος ὢν ποιεῖς σεαυτὸν Θεόν·" ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι Χριστὸν, ἤτοι τὴν διὰ πίστεως τὴν εἰς αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μωσέως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς· οὐ ζητήσαντες τὸν υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην οἰκονομικῶς συστέλλοντα, ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς. Τέλος γὰρ νόμου Χριστός. Προεισκεκόμισται τοίνυν ὁ νόμος, ἐσόμενος τοῖς ἀρχαίοις παιδαγωγὸς ἐπὶ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ δι' αἰνιγμάτων αὐτοῖς ὑποφαίνων τὴν ἀλήθειαν. οὕτω γὰρ εἶναι διοριζόμεθα πλήρωμα νόμου καὶ προφητῶν τὸν Χριστὸν, καὶ μάλα ὀρθῶς. ἢ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ' ἂν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές; καίτοι πῶς ἂν ἐνδοιάσειέ τις; οὐκοῦν ἀναίρεσιν τῶν διὰ Μωσέως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις, ἀλλ' ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν. Μετεῤῥυηκότων λοιπὸν εἰς ἀλήθειαν τῶν πραγμάτων, καὶ τῶν ἐν τύποις καὶ αἰνίγμασι τὴν εἰς τὰ ἀμείνω λαβόντων μεταβολὴν, οὐ καταλελύσθαι φαμὲν τὸν νόμον, ἐκπεπεράνθαι δὲ μᾶλλον ἐπὶ καιροῦ, καθ' ὃν ἡμῖν ἐπέλαμψεν ἡ ἀλήθεια, τουτέστι, Χριστός. τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστὸς, ὃς οὐκ ἂν διαψεύσαιτο λέγων "Οὐκ ἦλθον καταλῦσαι "τὸν νόμον ἀλλὰ πληρῶσαι." ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς ἐν καιρῷ προσενηνεγμένον, ἥκιστα μὲν ἀναιρεῖ· μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν, κατὰ τὸν ἴσον τουτωΐ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν. 236 Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου κ.τ.λ. Μωσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ