Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθὸν, κἂν εἰ μὴ παρακέοιτο τυχὸν τὸ δύνα 212 σθαι δρᾶν αὐτό· ἔφη γὰρ ὅτι "Τὸ γὰρ θέλειν παράκειταί "μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·" πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τοῦ τῆς σαρκὸς νόμου καταστρέφοντος εἰς τὰ οἰκεῖα καὶ οὐχ ἑκόντα τὸν νοῦν· κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον νοοῖτ' ἂν εἰκότως τὸ ἀδύνατον τοῦ νόμου, τοῦ τε ἐν γράμμασι καὶ διὰ Μωυσέως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν, καθ' ὃν καὶ τὰ ἔθνη, καίτοι τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα φαίνεται, καὶ νόμος εἰσὶν ἑαυτοῖς· "ἐνδείκνυνται γὰρ τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς "καρδίαις αὐτῶν," καθὰ γέγραπται. ποῖον δὲ τὸ ἐν ἀμφοῖν ἀδύνατον, βασανίσαι καιρός· ὁ μὲν γὰρ ἐν γράμμασι νόμος διδάσκαλος ἦν εὐκοσμίας καὶ τῶν ἀρίστων εἰσηγητὴς, δεδικαίωκε δὲ παντελῶς οὐδένα· ὁ γεμὴν ἔμφυτός τε καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος, ἀπονένευκε μὲν εἰς τὸ ἀγαθὸν, ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον, τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν ἡδονῆς, κατ' οὐδένα τρόπον ὁ τοῦ πνεύματος ἤτοι τοῦ νοὸς ἀσθενήσει νόμος· νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι· ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας, ἵνα κατακρίνῃ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν εἰς κένωσιν, καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἂν λέγοιντο τῆς ἁμαρτίας, διά τοι τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τις ἂν οὐχ ἁμαρτίας εἶναι σάρκα· μὴ γένοιτο· ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας· τουτέστι 213 προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν, οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς. καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἂν οὐδεὶς ἐκεῖνο εἰπεῖν, ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἂν ἐν ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα· ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις, ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατωρθωμένον· μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς· ὅταν γὰρ καὶ ἡμῖν ἐναυλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. Ἀληθὲς οὖν ὅτι τὸ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς πέπαυται διὰ Χριστοῦ κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν· πεπλήρωται γὰρ τὸ δικαίωμα τοῦ νόμου, τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου, ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετὴν, τοῦ ἐν ἡμῖν ὄντος νόμου κατ' οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος ἔτι διὰ τοῦ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ μᾶλλον ἐθέλουσι πνευματικῶς. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη. Θάνατον μὲν εἶναί φησι τὸ τῆς σαρκὸς φρόνημα, καὶ μάλα ὀρθῶς· τὸ δέ γε τοῦ πνεύματος, ζωὴν καὶ εἰρήνην· θανάτου μὲν γὰρ ἀληθῶς ἡ φιλοσαρκία πρόξενος· ζωῆς δὲ τῆς εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς· εἰ γὰρ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, ὡς 214 οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις, οὐδὲ γὰρ δύναται· πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς κατὰ τὸ δυνατὸν