Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ' ὅπως ἐκεῖνοι πρεσβεύειν ἐγνώκασι, πλανῶντές τε καὶ πλανώμενοι· εἱμαρ 203 μένην γάρ τινα πλαστουργοῦντες καὶ τύχην κατὰ τὸ σφίσι δοκοῦν, εἶτα τὸ κρατεῖν τῶν καθ' ἡμᾶς πραγμάτων ταῖς οὐκ οὔσαις ἀνάπτοντες, παραιροῦνται τὸν ἄνθρωπον τοῦ ὅτι μάλιστα πρέποντος αὐτῷ, φημὶ δὲ τοῦ χρῆναι βιοῦν ἐλευθέρως, ἀνειμένην τε καὶ ἐθελούσιον ἔχοντα τὴν ῥοπὴν τὴν ἐφ' ὅπερ ἂν ἕλοιτο τῶν πρακτέων. ἀνάγκη δὲ ὥσπερ καὶ τοῖς παρ' ἐκείνων ὅροις τε καὶ ψήφοις ὑπάγοντες, οὐ μετρίως ἀδικοῦσι τοὺς κατὰ τόνδε τὸν βίον· εἰ γάρ τις ἴοι κατ' αὐτοὺς ἐπὶ τὸ δρᾶν ἃ μὴ θέμις, οὐκ ἐνὸν αὐτῷ κἂν εἰ βούλοιτο τυχὸν τῆς εἱμαρμένης τὸ νεῦμα διαφυγεῖν, οὐδ' ἂν ὅλως διαμωμήσαιτό τις εὖ φρονῶν, κἂν εἰ ὁρῷτο πλημμελῶν. ὃ γὰρ ἦν ἀνάγκη καὶ οὐχ ἑκόντα δρᾶν, εἰ ἁλίσκοιτο πεπραχὼς, ἔξω που πάντως αἰτίας ἔσται καὶ δίκης· ἐπαινέσειε δ' ἄν τις οὐ λίαν ἐμφρόνως τὸν ἐπιεικῆ καὶ κόσμιον· τί γὰρ εἰ γέγονε τοιοῦτος οὐχ ἑκὼν, ἀλλὰ τοῖς ἑτέρου νεύμασι παρενηνεγμένος εἰς τοῦτο, μᾶλλον δὲ καὶ ἄμαχον αὐτῷ τὴν ἀνάγκην κατεξανιστάσης τῆς τύχης; Οὐκοῦν ἀπηχὲς μὲν παντελῶς τὸ ταῖς Ἑλλήνων τερθρείαις συναποφέρεσθαι λέγειν τὸν τῶν καλλίστων εἰσηγητὴν, ἤγουν οἴεσθαι τῆς ἐκείνων ἀβελτερίας ἰέναι κατόπιν τὸν τῶν θείων ἡμῖν μυστηρίων γεγονότα ταμίαν, εἰ λέγοι τυχόν Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ. εἰ γὰρ δή τις ὅλως διισχυρίσαιτο, καὶ δὴ καὶ ἕλοιτο φρονεῖν, ὡς εἱμαρμένῃ μὲν καὶ τύχῃ τὴν τῶν καθ' ἡμᾶς ἀπονενέμηκεν ἐξουσίαν, πῶς οὐκ ἂν εἰκότως ἐροῖτο ἂν αὐτὸν ἐκεῖνό που λέγων Εἰ σκληραῖς καὶ δυσαντήτοις ἀνάγκαις ἐνειλημμένοι τῶν πρακτέων, ἢ μὴ, κύριοι μὲν ἡμεῖς οὐδαμόθεν καθεστήκαμεν, εἴκομεν δὲ μᾶλλον ὡς κρατοῦσιν ἑτέροις καὶ τοῦ κατὰ γνώμην εἱργόμεθα, πῶς ἡμῖν γέγραφας αὐτός "Ἢ ἀγνοεῖτε ἀδελφοὶ, γινώσκουσι γὰρ "νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον 204 "χρόνον ζῇ;" κυριεύει δὴ οὖν τινα τρόπον τῶν ζώντων ὁ νόμος· ἀπρακτήσει μὲν γὰρ ἀραρότως ἐπὶ τοῖς τεθνεῶσιν· ὁρίζεται δὲ οὐκ ἐκείνοις· πόθεν; ἀλλὰ τοῖς ἔτι τὸν ἐν σώματι τρίβουσι βίον· καὶ στεφανοῖ μὲν ἐπαίνοις τὸν εὐδοκιμεῖν εἰωθότα, καταψηφίζεται δὲ τῶν βεβήλων τὴν δίκην· εἶτα πῶς ὁ νομοθέτης ὅσιος ἔσται κριτὴς κολάζων ἡμαρτηκότας τοὺς εἰς τοῦτο πεσεῖν ἀβουλήτως ἐκ τύχης ἠναγκασμένους; μᾶλλον δὲ τί καὶ ὅλως τὸν νόμον ὡρίσατο; τοῖς μὲν γὰρ ἔχουσιν ἐπ' ἐξουσίας ἃ ἂν βούλοιντο δρᾶν, ὁσίαν ὁ νόμος ὁρίζει τὴν δίκην, εἰ παρὸν εὐδοκιμεῖν ταῖς ἀγαθουργίαις ἐπιδόντας τὸν νοῦν, αὐτοὶ τὰ αἰσχίω τετιμήκασι, καὶ τῶν ἀμεινόνων ἠλλάξαντο τὰ διὰ νόμου κατεγνωσμένα· τοῖς γεμὴν ἐπηρτημένον ἔχουσι τὸν τῆς ἀνάγκης ζυγὸν, καὶ ᾗπερ ἂν τοῖς κρατοῦσι δοκῇ τρεπομένοις ἀεὶ, περιττὸν οἶμαί που τὸ θέσπισμα. καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς οὐδ' ἂν ἡμῖν ὁ πάντα εἰδὼς τὸν ἐκ τοῦ νόμου ζυγὸν ἐπετίθει, τὸ αὐτῷ δοκοῦν εὖ μάλα βραβεύοντα καὶ παιδαγωγοῦντα πρὸς τὸ συμφέρον, εἰ τοῖς εἱμαρμένης βρόχοις ἐνειλημμένους ἠπίστατο; ἢ γὰρ ἐκεῖνο λεγόντων οἱ δι' ἐναντίας, ὡς ἠγνόηκε τοῦτο Θεὸς, ἢ εἴπερ ὀρθὰ φρονεῖν ᾑρημένοι δεδίασι σφόδρα τὸ τῆς ἀῤῥήτου δόξης καταχέαι τὴν ἄγνοιαν· νενομοθετηκέναι δέ φασι, καὶ μὴν καὶ τῶν πλημμελούντων καθορίσαι τὰς δίκας ὁμολογήσουσιν ἐναργῶς· οἶδέ που πάντως ἐλευθέρῳ φρονήματι διαζῶντα τὸν ἄνθρωπον καὶ ῥοπαῖς ἐθελουσίοις ἐφ' ὅπερ ἂν καὶ βούλοιτο διάττειν ἰσχύοντα, παραποδίζοντος οὐδενός. ταύτῃτοι καὶ ὁ θεσπέσιος Παῦλος κυριεύειν ἔφη τοῦ ἀνθρώπου τὸν νόμον ἐφ' ὅσον χρόνον ζῇ· οὐκοῦν οὐχ ὡς τῆς ἀνθρώπου διανοίας τοῖς ἑτέρων ὑποκειμένης νεύμασι τὰ τοιάδε φησί· φιλοσοφεῖ δὲ καὶ τῆς ἀνθρώπου 205