Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ἰουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μωυσέως ἀντιφέρεσθαι νόμοις· ταύτῃτοι τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων "Εἴτε γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν." οὐκοῦν ἑλοίμην ἂν ἔγωγε καὶ μάλα προθύμως, φησὶν, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ· προσεπάγει δὲ, ὥσπερ τῆς ἐπ' αὐτοῖς λύπης τὴν αἰτίαν οὐκ ἀνικάνως ἔχουσαν ἀποφαίνων εἴς γε τὸ δύνασθαι τοιαύτην αὐτῷ τὴν διάθεσιν ἐνεργάζεσθαι, ἵνα μή τι δοκοίη σκληρόν τε καὶ ἀπηχὲς εἰπεῖν, τῆς ἑτέρων ζωῆς ἀντάλλαγμα τὴν ἑαυτοῦ δωρούμενος· πρῶτον μὲν γὰρ, φησὶν, εἰσὶν Ἰσραηλῖται, αὐτῶν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· ἐξ αὐτῶν δὲ τὸ κατὰ σάρκα καὶ αὐτὸς ὁ Χριστός· ἀλλ' εἰ μέν τινες ἦσαν τῶν οὐ πάλαι διεγνωκότων τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν, εἰ μὴ νόμος αὐτοῖς ὁ διὰ Μωυσέως γέγονε βραβευτὴς τῆς εἰς αὐτὸν 225 οἰκειότητος, εἰ μὴ τῆς τῶν ἁγίων πατέρων ἐξέφυσαν ῥίζης καὶ τῆς ἐκείνων εὐκλείας τέθεινται κληρονόμοι, εἰ μὴ πρῶτοι τοὺς τῆς εἰς Θεὸν λατρείας μεμελετήκασι τρόπους, καὶ τὰς τῆς ἐπαγγελίας πεπλουτήκασιν ἐλπίδας, μετριωτέραν ἄν τις τὴν ἐπ' αὐτοῖς ἐποιήσατο λύπην. ἐπειδὴ δὲ αὐτῶν οἱ πατέρες, καὶ τὰ ἄλλα· μόνον δὲ οὐχὶ καὶ ἐξ οὐρίας αὐτοῖς τῶν πραγμάτων ἰόντων, εἰς ἀδόκητον ἐκπεπτώκασι τέλος καὶ διημαρτήκασι τῆς ἐλπίδος· πῶς οὐ πάνδεινον ἀληθῶς τὸ τοῖς ἀθλίοις συμβεβηκός; Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Ἀκριβὴς ὁ λόγος· ἥκιστα γὰρ διεψεῦσθαί φησιν, ἤγουν δύνασθαι τῆς ἀληθείας διαπεσεῖν τὸν τοῦ Θεοῦ λόγον· ἐπήγγελται μὲν γὰρ ὁμολογουμένως τῷ Ἁβραὰμ ἐν ἀρχαῖς ὁ τῶν ὅλων Θεὸς, ὅτι πατὴρ ἔσται πολλῶν· καὶ πάλιν "Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡσεὶ τὰ ἄστρα τοῦ "οὐρανοῦ τῷ πλήθει·" ἔδει τοίνυν οὐχὶ μόνων τῶν ἐξ Ἰσραὴλ ἀναδειχθῆναι πατέρα τὸν Ἁβραάμ· ἔθνος γὰρ ἦν ἓν τὸ ἐξ αὐτοῦ πεφηνὸς, μυρία δὲ ὅσα κατὰ πᾶσαν τὴν γῆν, ἃ καὶ εἰς τέκνα τέθεινται τῷ Ἁβραὰμ, εἴπερ εἰσὶν ἐξ ἐπαγγελίας, καὶ "στοιχοῦσι τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ "πίστεως" αὐτοῦ, κατὰ τὸ γεγραμμένον· ὡς γὰρ αὐτός που φησὶν ὁ μακάριος Παῦλος "Οὐ διὰ νόμου ἡ ἐπαγγελία τῷ " ̔Αβραὰμ εἰς τὸ κληρονόμον αὐτὸν εἶναι κόσμου, ἀλλὰ διὰ "δικαιοσύνης πίστεως· εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, φησὶ, "κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία." ὅτε τοίνυν ὡς ἐν Ἰσαὰκ τὸ ἐξ Ἁβραὰμ λελόγισται σπέρμα, τουτέστιν καθ' ὑπόσχεσιν, ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱὸς, δῆλον ἂν εἴη δήπουθεν ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς καταλογισθεῖεν ἂν πάντη τε καὶ πάντως εἰς τέκνα Θεοῦ, ἔχοιεν δ' ἂν 226 μᾶλλον ἐφ' ἑαυτοῖς τὴν ἐπὶ τῷδε δόξαν τὰ ἐκ τῆς ἐπαγγελίας, τουτέστιν τὰ διὰ πίστεως. Οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. Ἰστέον ὅτι συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπὸς, ἀπήρτηται δὲ μᾶλλον, καὶ δεῖταί τινος βραχείας ἐπαγωγῆς, ἤγουν προσυπακουομένων, ἵνα μὴ σκάζων ὁρῶτο. ἔστι δὲ ὅ φημι τοιοῦτον· προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἁβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως τὰ τέκνα τῆς σαρκὸς, ταῦτα αὐτῷ καταλογισθεῖεν ἂν καὶ εἰς σπέρμα, πρέποι δ' ἂν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πίστεως καὶ ἐπαγγελίας· εἶτα δέχεται τὴν Ῥεβέκκαν καὶ τὰ ἐπ' αὐτῇ γεγονότα, καί φησιν Οὐ μόνον δὲ, τουτέστιν οὐ μέχρι δὴ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος, ἀλλὰ γὰρ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν, ἤγουν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς κατ'