Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ἐπικρατούσης μὲν τῆς τοῦ ἀνθρώπου διανοίας τῆς γεώδους ἡδονῆς, ἐν σαρκί τις ἐστὶν ὡς τὰ τῆς σαρκὸς φρονῶν· καὶ ὁ τοιοῦτος οὐκ ἂν ἀρέσῃ Θεῷ· καταπλουτήσαντος δὲ τοῦ νοῦ τὴν διὰ Χριστοῦ χάριν, καὶ τῆς ἄνωθεν ἰσχύος μεμεστωμένου, καὶ ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος· οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, καὶ εὐκόλως ποιεῖ τὰ ἀρεστὰ τῷ Θεῷ. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἴ τις οὖν ἐστιν ἐν πνεύματι, οὗτος ἔσται καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ζωῇ, μονονουχὶ τεθνεῶτος τοῦ τῆς ἁμαρτίας σώματος καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς· ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ καθ' ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμόν τε καὶ ἀκαθαρσίαν. πνεῦμα δέ φαμεν τὸ ἀνθρώπινον· ἐν δὲ τῷ Τὸ πνεῦμα ζωὴ, τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην· οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί· ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν. Ἐγήγερται ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς παρὰ τοῦ 215 Πατρὸς, ἐνεργουμένης περὶ τὴν σάρκα αὐτοῦ τῆς ζωῆς διὰ τοῦ Ἁγίου Πνεύματος, ὅ ἐστιν αὐτοῦ· ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίει ναὸν, λέγει πρὸς Ἰουδαίους "Λύσατε τὸν "ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτὸν·" οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ' οὖν αὐτὸς ἦν ὁ ἀνιστὰς διὰ τοῦ Ἁγίου Πνεύματος· πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς διὰ Υἱοῦ ἐν Πνεύματι· ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ. Οἱ δὲ πνεύματι ζῶντες, οὗτοι καὶ Πνεύματι ἄγονται, διὰ τὸ κατεσφραγίσθαι τῷ Ἁγίῳ Πνεύματι, καὶ δουλείας μὲν ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι, ὅτι τε εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας πνεύματι διακεκράγασιν Ἀββᾶ ὁ πατήρ. Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Κατορθοῦται μὲν οὐ[κ ἄνευ πόνου] τὸ ἀγαθὸν, πλὴν ἐπὶ μεγάλαις ἐλπίσι τοῖς ἁγίοις ὁ πόνος· τῶν γὰρ ἐπιγείων οὐδὲν αὐτοῖς ἐπήγγελται, ἀλλὰ δόξα ἀμήρυτος, καὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον ἡ μέθεξις. οἱ γὰρ τῶν ἐπὶ γῆς ὑπερορῶντες, ἄξιοι καὶ τῶν ἀνωτάτω γερῶν· καὶ οἱ προπεπονηκότες ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, μέλλουσι στεφάνων ἀπολαύειν ἐν ἀσυγκρίτοις ὑπεροχαῖς· μειονεκτεῖται γὰρ ὁ εἰς ἀρετὴν πόνος τῶν μετὰ ταῦτα τιμῶν. δόξαν δὲ λέγει τῶν ἁγίων, ἐπείπερ ἐκλάμψουσιν οἱ δίκαιοι κατὰ καιροὺς ὡς ὁ ἥλιος, ἐν τιμῇ καὶ δόξῃ καὶ ἀφθαρσίᾳ γεγονότες, ἐν τῷ μεταβληθῆναι αὐτῶν τὸ σῶμα, καθὼς μετεμορφώθη ὁ Χριστὸς ἐν τῷ ὄρει. 216 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Ἀποκαραδοκία μέν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς τῶν πραγμάτων ἐκβάσεως προσδοκία τε καὶ ἐπιτήρησις· ἐκδέχεται γεμὴν ἡ κτίσις τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ Θεοῦ, οὐκ αὐτή που πάντως εἰδυῖα τὸ ἐσόμενον, πῶς γὰρ ἢ πόθεν; ἀλλ' ὅτι ταῖς ἀποῤῥήτοις οἰκονομίαις τοῦ πάντα μεταρυθμίζοντος εἰς τὸ ἄμεινον Θεοῦ, πρὸς τοῦτο ἥξει τὸ τέλος· μεταπλαττομένων γὰρ ὥσπερ εἰς δόξαν ἐξ ἀτιμίας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν, τῶν τοῦ Θεοῦ τέκνων, τουτέστι τῶν τὴν εὐδόκιμον κατωρθωκότων ζωὴν, καὶ αὐτή που πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ εἰπὼν ὅτι "καινοὺς "οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ "προσδοκῶμεν." Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη. Ματαιότητα ἐνθάδε φησὶ τοὺς ζῶντας ἐν ματαιότητι, τουτέστιν ἐν φρονήματι σαρκικῷ· περὶ ὧν ἂν λέγοιτο καὶ μάλα εἰκότως "Ἄνθρωπος ματαιότητι ὡμοιώθη·" καὶ μὴν καὶ ὅτι