Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσευχόμεθα μὲν τὴν τῶν ἀγαθῶν ζητοῦντες αἴτησιν, καὶ πρό γε τῶν ἄλλων τὰ εἰς δόξαν Θεοῦ, καὶ τὰ δι' ὧν ἂν γένοιτο βιῶναί τε ὀρθῶς καὶ τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι ζωήν· "τὴν δὲ ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες καὶ "αὐτοὶ στενάζομεν ἐν ἑαυτοῖς, υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν "ἀπολύτρωσιν τοῦ σώματος·" καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει, τὸ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν· εἰ γὰρ "ὀφθαλμὸς "οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ "ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν," τί προσιόντες αἰτήσομεν; ἢ πῶς ἂν εἰδείημεν ἃ μὴ τεθεάμεθα, μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ καὶ ταῖς ἀνθρώπων καρδίαις οὐκ ἐγνωσμένα; ποία δ' ἂν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις, ἢ τίς ὁ μεταπλασμὸς, ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν, αὐτὸς ἂν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας "Αἰτεῖτε, καὶ οὐ λαμ"βάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν "δαπανήσητε." οὐκοῦν πρέποι ἂν καὶ μάλα εἰκότως τοῖς ὧδε διακειμένοις εἰπεῖν τό Τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδα 220 μεν· ἀλαλήτοις δὴ οὖν στεναγμοῖς αἰτοῦμεν ἐν πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται πεπιστεύκαμεν, τίνα δὲ τρόπον ἀγνοοῦμεν παντελῶς. Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Συνεργεῖ μὲν ἅπαντα πρὸς τὸ ἀγαθὸν τοῖς ἀγαπῶσι Θεὸν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι· κατὰ πρόθεσιν δὲ ἄρα τὴν τίνων; τί δ' ἂν νοοῖτο τὸ κατὰ πρόθεσιν; οὐκοῦν τὸ κατὰ πρόθεσιν εἴη ἂν τὸ κατὰ βούλησιν· κέκληνται δὴ οὖν οἱ περὶ ὧν ὁ λόγος κατὰ βούλησιν τίνων; πότερον δὴ τοῦ κεκληκότος, ἢ καὶ αὐτῶν τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτ' ἂν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός· ἔφη γάρ που ὁ Χριστός "Οὐ"δεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας "με ἑλκύσῃ αὐτόν·" πλὴν ἔν γε τούτοις οὐκ ἄν τις ἁμάρτοι τοῦ πρέποντος λέγων, ὡς κλητοὶ γεγόνασί τινες κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους κ.τ.λ. Πολλοὶ μὲν, φησὶν, οἱ κατὰ πρόθεσιν κλητοὶ, οὐ μὴν ἅπαντες ἐκλεκτοὶ, μόνοι δὲ οὗτοι τετίμηνται οἳ καὶ προεγνώσθησαν ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ τίς ἂν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος "Ὥσπερ γὰρ ἐφορέσαμεν "τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ "ἐπουρανίου." οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ τουτέστι τὴν ἐν 221 ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ τε καὶ ἁμαρτίαις ζωὴν εἶναί φαμεν, οὕτω καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὗτοι καὶ κέκληνται. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε· καὶ οὓς ἐκάλεσε, τού τους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Εὐάφορμον τῆς ἀπιστίας τὸ χρῆμα ποιεῖσθαί τινας τὸ ἀπεικὸς οὐδὲν, ἐξ ἀμαθίας συνηρπασμένους καὶ λέγοντας Εἰ οὓς αὐτὸς προέγνω κατὰ πρόθεσιν καὶ προώρισεν, οὗτοι καὶ κέκληνται, πρὸς ἡμᾶς τοὺς οὔπω πεπιστευκότας οὐδέν· οὐ γάρ τοι κεκλήμεθα, οὔτε μὴν προωρίσμεθα· πρὸς οὓς ἐροῦμεν, ὅτι ὁ ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλεν συναγεῖραι τοὺς κεκλημένους, οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν· εἰσῆλθον δὲ μετ' ἐκείνους οἱ κλητοὶ κατ' ἰδίαν πρόθεσιν, πέπλησται δὲ οὕτως ὁ νυμφὼν