Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου. Εἰ γὰρ πεπλούτηκε, φησὶν, ὁ κόσμος τὴν πρὸς Θεὸν οἰκειότητα διά γε τὸ προσκροῦσαι τὸν Ἰσραὴλ καὶ, ἐπείπερ εἰσὶν ἐν ἐνδείᾳ φρενὸς ἀγαθῆς, προσελήφθη τὰ ἔθνη, τίς ἂν εἴη λοιπὸν ἡ πρόσληψις αὐτῶν, ἢ μονονουχὶ καὶ θανάτου λύσις καὶ ζωὴ ἐκ νεκρῶν; Εἴ πως παραζηλώσω μου τὴν σάρκα. Εἰς ὁμοψυχίαν οὖν καὶ εἰρήνην τοὺς ἐξ ἐθνῶν πιστοὺς καὶ Ἰουδαίων ἐφέλκεται, ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν· δοξάζειν δέ φησι τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκαίας ἐπιθυμῶν· ἀλλ' ἵνα φησὶ παραζηλώσω μου τὴν σάρκα· σάρκα δὲ πάλιν ἰδίαν ἐν τούτοις ὀνομάζει τὸν Ἰσραὴλ, ἤτοι τὸ κατὰ σάρκα γένος. ὅμοιον οὖν ὡσεὶ λέγοι τυχόν Εὐκλεᾶ τε καὶ ἀξιόχρεων καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ τοῖς ἀνὰ πᾶσαν τὴν ὑφήλιον χρειωδεστάτην· οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλὴν, ἀλλ' ἵνα τὸ κατὰ σάρκα γένος ἀνασώσαιμι τὸ ἐμόν· μονονουχὶ διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, καὶ διανιστὰς εἰς τὸ ἑλέσθαι δεῖν τῇ διὰ Χριστοῦ χάριτι δικαιοῦσθαι. 242 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις, εἰ μὴ ζωὴ ἐκ νεκρῶν; Ἐπειδὴ οὖν ἐκ πίστεως ἢ τρόπων οὐκ ἦν ἐπαινέσαι τὸν Ἰσραὴλ, ἐπὶ τοὺς τῆς οἰκονομίας κεχώρηκε λόγους, καὶ τὴν ἐκείνων ἀπιστίαν πρόξενον τῷ κόσμῳ γεγενῆσθαί φησι τῆς πρὸς Θεὸν οἰκειότητος· καὶ πειρᾶται λέγειν ὅτι δι' ὧν προσκεκρούκασι, τάχα που καὶ εὐεργέται τοῦ κόσμου γεγόνασι, καὶ οἱονεὶ πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ· ζωὴν γὰρ εἶναί φησιν ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν, εἴ γε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν κόσμου καταλλαγή. Ἐὰν ἐπιμείνῃς. Εὐτέχνως ἄρα ὁ λόγος κατεσκευάσθη τῷ ἀποστόλῳ· ἐπανορθοῖ μὲν γὰρ τοῦ πρέποντος ἡμαρτηκότα τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὰ λυσιτελῆ προτρέπεται, καὶ τῆς ἰδίας ἀντιποιεῖσθαι ῥίζης διὰ πίστεως τῆς ἐν Χριστῷ. λέγει δὲ τοὺς ἐξ ἐθνῶν τετιμῆσθαι παρὰ Θεοῦ καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ· ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης· εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης. Ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ἐκεῖνο δὴ πάλιν ἄθρει καὶ κατασκέπτου· ἔφη μὲν γὰρ ὅτι τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελεύσεται καὶ πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ' εἴ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν Καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστίᾳ τεθνήκασι, πῶς οὖν εἰσβέβηκε τὸ 243 πλήρωμα τῶν ἐθνῶν; ἀλλ' οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἴπερ ἐστὶν ἀληθὲς ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται οἱ Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες· τοῦτο γὰρ αὐτὸς ἔφασκεν "Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ "οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, "ἐκεῖνον λήψεσθε·" καὶ ὁ σοφώτατος Παῦλος "Ἀνθ' ὧν "τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι "αὐτούς· διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης "εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει." τί οὖν ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀδιαφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν, τό γε ἧκον εἰς νοῦν καὶ σκοπὸν τὸν τοῦ κεκληκότος; οὐ γὰρ εἴ τινες ἐθελοντὶ παρώλισθον καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτῃτοι κατεψευσμένον τὸν τῆς γραφῆς εὑρήσομεν λόγον· ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ' ὅτου πεποίηνται τὴν ἀπόστασιν; οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκεν, σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ· ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι,