Fragmenta in sancti Pauli epistulam ad Romanos

 καρπῶν καὶ ὑετῶν ἐνδείαις· ἀσχάλλοντες δὲ πρὸς τὰς τοιαύτας πληγὰς, ἐμακάριζον μὲν τοὺς ἀλλογενεῖς καὶ τοὺς μὴ δουλεύοντας τῷ Θεῷ ὡς ἐν εὐθυμίᾳ διάγον

 αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σε καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθότι ἂν ἐντείλωμαι αὐτῷ· καὶ ὁ ἄνθρωπο

 κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή· γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ

 τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν· ἆρα οὖν, φησὶ, τοῦτο λέγων διημάρτηκα τἀληθοῦς; ἔξω φέρομαι το

 ὑφ' ἁμαρτίαν, καὶ κατώλισθεν εἰς φθορὰν, ἐντεῦθεν εἰσέδραμον τὴν τῆς σαρκὸς φύσιν ἡδοναί τε καὶ ἀκαθαρσίαι, ἀνέφυ δὲ καὶ ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαί

 ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατ

 δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτῷ τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοι τὲ πρὸς ἁγιασμὸν καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι. Τοῦτο γινώ

 γὰρ ὑμῶν οὐκέτι κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν. ἄθρει δὴ οὖν ὅπως ἀποφοιτᾶν ἐπιτάττει τῆς τοῦ νόμου σκιᾶς, ὑποτρέχειν δὲ μᾶλλον τὴ

 φησὶν ὁ Παῦλος ὅτι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. εἰ δὲ μάχεται τῷ νόμῳ τὸ φρόνημα τ

 ὄνησιν, ἐπεβούλευσεν ἀδοκήτως, ὡς καὶ τοῖς τὸν ὀφθαλμὸν ἀσθενοῦσι τοῦ ἡλίου τὸ φῶς. ὅταν οὖν λέγῃ ἀφορμὴν ταῖς ἐπιθυμίαις τρόπον τινὰ τὴν ἐντολὴν γεγε

 ταύτῃτοί φησι σοφὸς ὢν ὁ Παῦλος ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι' αὐτῆς ἀποθανεῖν· ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν

 ἐν τάξει τῇ οἰκετικῇ. Ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω. Οἴονται κατὰ τὸ εἰκὸς τῶν ἀμαθεστέρων τινὲς τῶν Ἑλλήνων μῦθον ἐμπεδοῦν ἐθέλειν αὐτόν· ὃν οὐκ οἶδ'

 φύσεως τὰ πάθη περιεργάζεται, μόνον δὲ οὐχὶ καὶ ἀνορύττει λεπτῶς τὰ εἰς νοῦν ἔσω τῶν ἀῤῥωστημάτων, καὶ τῆς ἐμφύτου φιληδονίας τὸ σῶμα γράφεται, τοῦ νο

 κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εἶεν ἂν ἄξιοι, ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσὶ, μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι,

 ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ· διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ' ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος

 ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας, τόν τε τοῦ Θεοῦ νόμον, φημὶ δὲ δὴ τὸν ἐν γράμμασι, καὶ τόν γε τοῦ πνεύματος, καθ' ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθ

 τῇ ἀνθρώπου φύσει πρὸς Θεὸν εἰρηνεύει. Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκ

 παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς· ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος· τούτοις ἡ κτίσις ὑποτάσσεται, καὶ οὔτι που π

 ποιεῖσθαι τὰς ἱκετείας, τίς ἂν εἰπέ μοι γένοιτο λόγος τῶν ἀποστολικῶν γραμμάτων; ἢ ὅποι περ ἂν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς; φαμὲν οὖν, ὅτι προσ

 τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον· ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησί τινας. ἐπεὶ διδ

 πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν

 ἐκλογήν τε καὶ πρόγνωσιν κλήσεώς τε καὶ χάριτος· ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἂν τότε ἀρτίως αὐτῷ πεποιῆσθαι λοιπὸν ὁ λόγος· ἀλλ' οὐκ οἶδα

 μακρᾶς ἀνεξικακίας, ὡς οἴεσθαί που τινὰς καὶ ἀφειδῆσαι λοιπὸν τῶν ἐπὶ τῆς γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα 229 λέγουσιν ἀντανί

 ἐσκλήρυνεν αὐτὸς, φησὶ, τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτόν Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου· οὐκοῦν εἰ κ

 Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης. Οὐκοῦν κἂν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται· τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικα

 νόμου φησὶν ὁ ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ· ἀλλ' ἦν οὐδεὶς παντελῶς ὁ ἀμωμήτως αὐτὴν κατορθῶσαι δυνάμενος· Τίς γὰρ συνήσει παραπτώματα; οὐκοῦν

 οὕτω τὴν δίωξιν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας, ὅτε καὶ αὐτὸς Ἠλίας ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσ

 τοιοῦτόν τι πε241 πράχθαι, καθάπερ ἐγὼ οἶμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ ἐφιεὶς, καίτοι προσκεκρουκότα, τὸν Ἰσραήλ. Εἰ δὲ τὸ παράπτω

 ταύτῃτοι καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Καθὼς γέγραπται Ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος. Ὅτι μέλλει σώζεσθαι καὶ ὁ ἀπόβλητος Ἰσραὴλ κατὰ καιροὺς

 ἐδωδίμων ἡ χρῆσις· τοῖς γεμὴν οὔπω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει πως αὐτοῖς πρὸς

 αὐτοῦ λύτρωσιν οὐ προσιεμένης, μὴ ἀπρακτῆσαι δοκεῖν τὴν ἄφραστον τοῦ Θεοῦ χάριν, ὀλίγων καὶ μόλις κομιδῆ διασεσωσμένων τῶν πεπιστευκότων ἐξ Ἰσραήλ· τα

ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἢ τοῦ Πνεύματος. ἐπειδὴ δὲ γενόμενος ἄνθρωπος, τὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς ἀνέτλη θάνατον ὁ Ἰησοῦς, κεχώρηκεν ἀναγκαίως ὁ μακάριος Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειωδέστατον· ἔδει γὰρ ὀνομάσαι τὸν πεπονθότα· ταύτῃτοί φησιν Ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνειδήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδεξάμενοι ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τὴν τῆς ἁμαρτίας ὑπομένοντες νέκρωσιν, καὶ οἷον τῷ δι' ἡμᾶς τεθνεῶτι συναποθνήσκοντες διὰ τὸ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. ὁ μὲν γὰρ Χριστὸς "τῇ ἁμαρτίᾳ "ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ·" ἡμεῖς δὲ τὸν ἴσον αὐτῷ θάνατον ὑπομένομεν, καὶ μονονουχὶ συντεθάμμεθα, τὴν αὐτοῦ νέκρωσιν περιφέροντες ἐν ἰδίοις σώμασιν, συνετάφημεν δὲ τῷ Χριστῷ. τί δὴ ἄρα ἐντεῦθεν ἀποκερδαίνοντες, σαφηνιεῖ λέγων αὐτός Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν· δεῖ γὰρ ἡμᾶς ὡς συντεθαμμένους καὶ συνανίστασθαι νοητῶς· καὶ εἴπερ ἐστὶ τεθνάναι τῇ ἁμαρτίᾳ τὸ συνθάπτεσθαι τῷ Χριστῷ, δῆλον ἂν εἴη δήπουθεν ὡς οὐχ ἕτερόν τι τὸ συνανίστασθαι νοοῖτ' ἂν εἰκότως, πλὴν ὅτι τὸ ζῆν ἐν δικαιοσύνῃ. Ἐγηγέρθαι μὴν διαβεβαιοῦται Χριστὸν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὐχ ὡς ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ' ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσάπτειν ἔθος αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴ τι λέγοιτο κατορθοῦν ὁ Θεὸς 190 καὶ Πατὴρ, οὐκ ἐξ οἰκείου μὲν τῆς ἐφ' ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν· εἰ γὰρ πάντα γέγονε δι' αὐτοῦ, πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν; καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν, τοῖς Ἰουδαίοις ἔφασκε "Λύσατε τὸν ναὸν "τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι λεγομένου· ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν. Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ κ.τ.λ. Χρῆναί φησιν ὁ θεσπέσιος Παῦλος τοὺς συντεθαμμένους Χριστῷ καὶ συναναστήσεσθαι προσδοκᾶν· καὶ τὸ μὲν σύμφυτοι, τὸ οἱονεὶ σύμμορφοί τε καὶ ταυτοειδεῖς νοητῶς ὑπεμφήνειεν ἄν. πλὴν ἐκεῖνο περιαθρεῖν ἀναγκαῖον· τέθεικεν ὑπὲρ ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουὴλ καὶ ἀπέθανε κατὰ σάρκα· συντεθάμμεθα δὲ αὐτῷ τίνα δὴ τρόπον ἡμεῖς οἱ βεβαπτισμένοι; ἆρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὐμενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, φέρε δὴ φέρε λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν· ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κατά γε τὴν σάρκα· πόθεν; ἀλλὰ τῇ ἁμαρτίᾳ, καθὰ γέγραπται, τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν διὰ τοῦ κατανεκροῦν "τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρ"σίαν, πάθος, ἐπιθυμίαν κακὴν, καὶ τὴν πλεονεξίαν." σύμφυτοι δὴ οὖν γεγόναμεν, οὐχὶ δὴ μόνον τῷ κατὰ σάρκα 191 θανάτῳ Χριστοῦ, ἀλλὰ καὶ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. τοῦτο δ' ἂν εἶναι νοοῖτο τὸ ὑπὲρ τῆς ἁμαρτίας ἀποθανεῖν, καὶ οὐχ ὑπέρ τε τῆς ἰδίας, πολλοῦ γε καὶ δεῖ· καὶ γάρ ἐστιν ἄμωμος ὁ Θεὸς καὶ τοῦ δύνασθαι πλημμελεῖν ἀπωτάτω· ἀλλ' ἵνα, ὡς ἔφην, ὑπὲρ τῆς τοῦ κόσμου ἁμαρτίας· "ὃ γὰρ "ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ." οὐκοῦν σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. ἐσόμεθα δὲ πάντως σύμφυτοί τε καὶ ταυτοειδεῖς καὶ τῆς ἀναστάσεως αὐτοῦ· ζησόμεθα γὰρ ἐν Χριστῷ, καὶ ἀναβιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα