12
πατρός ἐστι πλέον ἢ παιδὸς, ἄριστε, Ἔμπαλιν ἀΐσσουσα παρ' υἱέος ἐς γενετῆρα· Κῦδος γὰρ τοκέεσσι τέκνων κλέος, ὡς τεκέεσσιν Ὧν τοκέων· ξυνὴ δὲ χάρις καὶ ξυνὸν ὄνειδος. Ἤδη καὶ σταδίοισιν ὅλον βίον ἐξετίναξαν, Ἅλματα τιμήσαντες ἀνάρσια, καὶ φόνον ἀνδρῶν, 1517 Θηρῶν τ' ὀλλυμένων κενεόφρονες, ὡς πολιήταις Ἦρα φέρειν, καὶ κῦδος ἔχειν περιώσιον ἄλλων, Πανδήμοις στομάτεσσι βοώμενον οὐκ ἐπὶ δηρόν. Ἄλλο. ἀεθλευτῆρσι βίον καὶ πλοῦτον ἄφυσσαν, Ἀμφὶ κόνιν μογέουσιν ἐτώσια, ἡνιόχοις τε Ἀντίπαλ' ἀφραδέουσιν, ὑπ' ἀντιπάλοισι θεηταῖς, Παλλομένοις ἑκάτερθεν ἐς ἠέρα. Ὕβρεσιν ἄλλοι Ἀνδρῶν θηλυτέρων πολυκαμπέα τέρψιν ἔχοντες, Καὶ μίμων σκιεροῖσι ῥαπίσμασιν, οἷς ὕπο κόρση Γυμνοῦται, ψοφέουσα γελοίϊον ἀντὶ γόοιο. Τοῖα γὰρ ἀφραδέουσιν, ἑὸν βίον ἐν μεσάτοισι Παίζοντες κακοεργόν. Ἃ γὰρ μάθον, ἐξεδίδαξαν. Καὶ μισθὸς μούνοισι κακῶν οὐ φάσγανον ὀξὺ, 1518 Ἀλλ' ἄφενος, καὶ πλοῦτος, ἐπεὶ παθέων ἐπαρωγοί. Ῥεῖα δ' ἀριστεύουσιν ἐν ἀφραδέεσσι κάκιστοι. Κεῖνοι μὲν δὴ τοῖα· καὶ ἃ κτήσαντο κακίστως, Χεῖρον ἀπεῤῥίψαντο. ∆ίκη δ' ἰθεῖα παρέστη. Σοὶ δὲ Θεὸς ὀπάσειε τάτ' ἔλδεαι, ὅστις ἄριστος Χεῖρ' ὀρέγειν τεκέεσσι, καὶ οἷς δατέεσθαι ἄμεινον. Ἄλλοισιν τὰ περισσὰ, τὰ δ' ὄλβια ἡμῖν ὀπάζοις. Οὐ γὰρ πόλλ' ἐθέλω, πολλοῦ γε μὲν ἄξιος αὐτὸς Ἔμμεναι, ὡς πατέρων μὴ τηλόθε πολλὸν ἐλαύνειν. Τίς χάρις, ἢν σὺ πίθηκον ἔχῃς, βροτοειδέα λώβην, Χρυσείοισι βρόχοισι δέρην περιγυρωθέντα; Οὐ γὰρ κόσμος ἄμειψε γελώϊον εἶδος ἐλαφρόν. Τίς δὲ χάρις κάνθωνι φέρειν χρυσοῖο τάλαντα; 1519 Κάνθων καὶ πολύχρυσος ἐὼν ὀγκηθμὸν ἀείδει. Οὐδὲ χάρις μολίβοιο τετυγμένα φάσγανα κεύθειν Ἀργυρέοις κολεοῖσι, τὰ μὴ πολέμοισιν ὄνειαρ. Τοῖος γὰρ βροτός ἐστιν, ὅτ' ἔκτοθε μοῦνον ἀερθῇ. Τέρμα λόγου τόδ' ἄκουε· Θεὸς δ' ἐπιμάρτυρος ἔστω. Καὶ γὰρ καὶ Θεός ἐστι Λόγος, θνητοῖσιν ἀνάσσων. Ταῦτα, πάτερ, παρ' ἐμεῖο, φύσις, τρόπος, ἄσπετος ἱδρὼς, Ἤματά τε νύκτας τε διηνεκὲς εἰς ἒν ἀγείρειν. Τἆλλα δέ μοι παρὰ σεῖο, Θεὸς, χρόνος, ἐλπὶς ἀρείων, Μὴ λήγειν θήγοντα παραιφασίῃσιν ἑταίρων· Καὶ γὰρ καὶ δρυτόμῳ πέλεκυς, σθένος ἐστὶν ἄριστον. Μὴ σύ γε μὴ πόντον περιδείδιθι, μὴ σύ γ' ὁδοῖο Μῆκος, μὴ κτεάνων περιφείδεο, μήτε τευ ἄλλου 1520 Τῶν ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ὀφέλλει. Πολλῶν τοι κτεάνων προφερέστερος εὔχομαι εἶναι, Πρωτότοκος, καὶ πρῶτος ἐς οὔνομα πατρὸς ἀείρας, Εἴ τινα καὶ τόδ' ἔχει γενέταις χάριν, ὥσπερ ὀΐω. Εἰ δὲ σέ γ' ἢ κτεάνων αἴρει πόθος, ἢ σέ γε παιδὸς Θηλύτερος, μαλακὸς, μητρώϊος ἐγγύθε πίπτων, Φλὸξ καλάμης ἀνιοῦσα, μαραινομένη τε τάχιστα, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ σύ με καὶ τὸ κελεύεις· Οὔ ποτέ σοι φιλόπαιδος ἐγὼ, πάτερ, οὔνομ' ἀνάψω. Ἀλλὰ, πάτερ, σῷ παιδὶ πέλοις θεὸς ἀντὶ βροτοῖο. Μὴ φράξῃς πηγὴν, ποταμὸν μέγαν ὠδίνουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου, Ἢ φυτὸν οὐ δροσερῇσι πιαινόμενον προχοῇσιν. 1521 Οἶγε, θρέψον, ἔπαρδε, ῥόον, φάος, ἔρνος ἀέξων. Μῆτερ ἐμὴ, σὺ δ' ἐμῇσι λιταῖς ἐπάρηγε καὶ αὐτὴ, Ὄφρα κεν ἀμφοτέροισι χαρίστιον ὕμνον ἀείσω Μηδὲ μόνον πηλοῖο (τό πέρ τισιν εὔαδε λέξαι, Φρασσαμένοις ὅτι σαρξὶ περιτρομέουσι τοκῆες), Ἀλλὰ καὶ ἀθανάτων ψυχῶν γενέτας καλέσαιμι. Εʹ. Νικοβούλου πρὸς τὸν υἱόν. Τέκνον ἐμὸν, μύθους ποθέων, ποθέεις τὰ φέριστα· Καὐτὸς γὰρ μύθοις ἐπιτέρπομαι, οὕς περ ἔδωκε Χριστὸς ἄναξ μερόπεσσι, βίου φάος, οἷον ἀπ' ἄλλων ∆ῶρον ἐπουρανίης ἐξ ἄντυγος. Οὐδὲ γὰρ αὐτὸς Αἰρόμενος πολλῇσιν ἐπωνυμίῃσι, γέγηθεν 1522 Ἄλλο τι πρόσθε Λόγοιο καλεύμενος. Ἀλλ' ἐσάκουε Μῦθον ἐμόν. Πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη, Καὶ πολιὴ νεότητος ἔχει πλέον. Ἱστορίην γὰρ Ὁ χρόνος, ἱστορίη δὲ τέκεν σοφίην πτερόεσσαν· Τοὔνεκ' ἐμῶν ἐπέων ἐμπάζεο· καὶ γὰρ ἄμεινον. Τέκνον ἐμὸν, τὰ μὲν ἄλλα Πατρὸς καὶ φέρτερος εἴης· Χαίρει γάρ τε πατὴρ ἡσσώμενος υἱέος ἐσθλοῦ, Καὶ πλέον ἢ πάντων κρατέων, θείοισι νόμοισιν, Οἷς τόδε πᾶν συνέδησε Πατὴρ μέγας· ἐκ δὲ Λόγοιο Ἔμπεδον ἐστήριξεν, ἑὸν κτέαρ ἀμφαγαπάζων. Κεῖνό γε μὴν ἐθέλω σε πατρώϊον, ὦ τέκος, ἴσχειν Αἰδῶ πλειοτέρην,