1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

ἐπυνθανόμην· Σύ με ἔθρεψας, φησὶν, ὦ τέκνον, μάλα ἑτοίμως καὶ φιλανθρώπως, ἔπειτα ἐρωτᾷς τὸ, πῶς ἔχοιμι; λίαν καλῶς τε καὶ γαληνῶς. Καὶ ἅμα κατένευον αἱ θεραπεύτριαι πρὸς τοῦτο μὴ ἀντιτείνειν, ἀλλ' ἑτοίμως δέχεσθαι τὴν ἀπόκρισιν· μὴ ἀθυμίᾳ καταβληθείη, γυμνωθείσης τῆς ἀληθείας. Ἓν ἔτι προσθήσω τῶν κοινῶν ἀμφοτέροις.

ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα· ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγιναίας· τοῦτο γάρ με καὶ μάλιστα προὔτρεψεν ὡς οἰκείοις προσδραμόντα τοῖς ἄξουσι· πλέοντι δ' οὖν, ὡς ὀλίγον ἀνήχθημεν, δεινὸς συμπίπτει χειμὼν, καὶ οἷον μὴ πολλῶν πρότερον μνημονεύειν εἶ χον, ὡς ἔφασκον, οἱ συμπλέοντες. Πάντων δὲ τὸν κοινὸν θάνατον δεδοικότων, ὁ τῆς ψυχῆς ἦν ἐμοὶ φοβερώτερος. Ἐκινδύνευον γὰρ ἄθλιος ἀπελθεῖν καὶ ἀτέλεστος, ποθῶν τὸ πνευματικὸν ὕδωρ ἐν τοῖς φονικοῖς ὕδασι. Καὶ διὰ τοῦτο ἐβόων, ἱκέτευον, ἐπόθουν μικρὰν προθεσμίαν· καὶ συνεβόων οἱ συμπλέοντες, καὶ τοῦτο ἐν τοῖς κοινοῖς κινδύνοις, ὡς οὐδὲ τῶν ἐπι τηδείων τινὲς, ξένοι φιλάνθρωποι, τὸ συναλγεῖν μαθόντες ἐκ τῶν κινδύνων. Τοῦτο ἔπασχον μὲν ἐγὼ, συνέπασχον δὲ οἱ γεννήτορες, διὰ νυκτερινῆς φαντα σίας τοῦ κινδύνου μετέχοντες, καὶ ἀπὸ γῆς ἐβοήθουν, τῶν κυμάτων δι' εὐχῆς κατεπᾴδοντες, ὡς ὕστερον συμβαλόντες ἔγνωμεν τὸν καιρὸν, ἡνίκα ἐπανήλθο μεν. Τοῦτο καὶ ἡμῖν ἐδήλωσεν ὕπνος σωτήριος, ἐπει δήποτε τοῦτον ἔγνωμεν, μικρὸν ὑπανέντος τοῦ κλύδωνος. Ἐριννύος ἐκράτουν ἐγὼ, φοβερὸν βλε 35.1025 πούσης, καὶ ἀπειλούσης τὸν κίνδυνον· ταύτην γὰρ ἡμῖν σαφῶς ἡ νὺξ ὑπέγραψεν. Ἄλλος ἐδόκει τῶν ἐμπλεόντων (ἦν δὲ παῖς τῶν εὐνουστάτων ἐμοὶ καὶ φιλτάτων, καὶ ὑπεραγωνιώντων, οὕτως ἔχοντος), τὴν μητέρα τὴν ἐμὴν ἐπιβᾶσαν τῆς θαλάσσης, καὶ τῆς νηὸς λαβομένην ἐξέλκειν ταύτην ἐπὶ τὴν γῆν, οὐ σὺν πολλῷ τῷ πόνῳ. Καὶ ἡ ὄψις ἐπιστεύετο· ἡμεροῦτο γὰρ ἡ θάλασσα, καὶ Ῥόδος εἶχεν ἡμᾶς αὐτίκα οὐ πολὺ τὸ ἐν μέσῳ κακοπαθήσαντας. Ἐκείνου τοῦ κιν δύνου καὶ ἡμεῖς δῶρον γεγόναμεν· καθυποσχόμενοι, εἰ σωθείημεν, ἡμᾶς αὐτοὺς τῷ Θεῷ, καὶ δεδωκότες ὡς ἀπεσώθημεν.

ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυ μάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφημίαν ἔχοντες· τῆς δὲ τῶν καιρῶν δυσχερείας τὴν μνήμην ἀνεθέμεθα, πρὸς οὓς παραταξάμενος ἐκεῖνος φαίνεται, ὥσπερ ἢ ἀγνοήσαντες ταῦτα, ἢ μὴ μεγάλα νομίζοντες. Φέρε οὖν καὶ ταῦτα προσθῶμεν τοῖς εἰρημένοις· Ἤνεγκεν ὁ καθ' ἡμᾶς καιρὸς πρῶτον κακὸν, οἶμαι δὲ καὶ τελευταῖον, τὸν ἀποστά την καὶ τοῦ Θεοῦ καὶ τῶν λογισμῶν βασιλέα· ὃς μι κρὸν μὲν ἔργον ἡγησάμενος εἶναι Πέρσας χειρώσα σθαι, μέγα δὲ τὸ Χριστιανοὺς παραστήσασθαι, καὶ ἅμα τῶν ἀγόντων αὐτὸν δαιμόνων τοῦτο πειθόντων, οὐδὲν εἶδος ἀσεβείας ἐνέλειπε, πείθων, ἀπειλῶν, σοφιζόμενος, ἕλκων πρὸς ἑαυτὸν, οὐ μόνον οἷς ἐτεχνάζετο, ἀλλὰ καὶ οἷς ἐβιάζετο. Οὐ μὴν λαθεῖν οἷός τε ἦν κλέπτων τὸν διωγμὸν σοφιστικαῖς ἐπινοίαις, οὐδὲ μὴν καὶ φανερῶς τῇ δυναστείᾳ χρώμενος· ἵν' ἑνί γε τῷ τρόπῳ πάντως ἁλῶμεν, ἢ κακουργηθέντες, ἢ βια σθέντες. Τοῦτον τίς μᾶλλον ἢ περιφρονήσας, ἢ κατα λύσας εὑρίσκεται; Τῆς μὲν οὖν περιφρονήσεως πρὸς πολλοῖς ἄλλοις ἐκεῖνο σημεῖον, οἵ τε τοξόται, καὶ ὁ τούτων στρατηγὸς, οὓς ἐπῆγεν ἐκεῖνος τοῖς ἱε ροῖς οἴκοις ἡμῶν, ὡς ἢ παραληψόμενος, ἢ καταστρε ψόμενος. Ἐπειδὴ γὰρ πολλοῖς προσβαλὼν ἄλλοις, κἀνταῦθα ἧκεν μετὰ τοῦ ἴσου φρονήματος, καὶ τὸ ἱε ρὸν ἐζήτει μετὰ τῶν προσταγμάτων, τοσοῦτον ἀπο σχέσθαι τοῦ τι καταπράξασθαι ὧν ἐβούλετο, ὥσ τε, εἰ μὴ θᾶττον ὑπεκλίθη τῷ ἐμῷ πατρὶ, ἢ παρ' ἑαυτοῦ συνεὶς, ἤ τινος συμβουλεύσαντος ἀκούσας, κἂν τοὺς πόδας ξανθεὶς ἀπηλλάγη, ζέσαντος ἐπ' αὐτὸν θυμῷ καὶ ζήλῳ περὶ τοῦ ναοῦ τοῦ ἱε ρέως.