1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

12

ἐκπέμπειν ὡς μηδὲν τῶν ἐν τάφοις κειμένων νεκρῶν διαφέρειν. ἐν τούτοις οὖν ὁ ἀλιτήριος ἐταζόμενος τοιάδε ἔφη "οἴμοι τῷ ἐλεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς Χριστιανοὺς τετολμημένων ὑπέχω τιμωρίαν." καὶ ταῦτα μετὰ πολλῆς ὀδύνης εἰπὼν ἀπέθανεν. Κωνσταντίου δὲ τοῦ ἐπικληθέντος Χλωροῦ διὰ τὴν τοῦ πρωσώπου ὠχρότητα τελευτήσαντος ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος, ὃς ἐξ Ἑλένης αὐτῷ ἐγεννήθη περὶ τὴν τῆς ∆ακίας πόλιν, τὴν ἀρχὴν διεδέξατο. ὡσαύτως καὶ Σεβήρου τεθνηκότος Λικίννιος ὁ γαμβρὸς Κωνσταντίνου ἀντεισάγεται. τοῦ οὖν Κωνσταντίνου βαπτισθέντος καὶ τὴν παράδοξον ἐκείνην ἀπαλλαγὴν τῆς κατεχούσης νόσου εὑρηκότος, αὐτίκα καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ οἱ τούτου συγγενεῖς τε καὶ φίλοι βαπτίζονται. εἶτα ἀκούσας τὰ ὑπὸ Μαξεντίου ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα γενόμενα, καὶ πρεσβείαν ἐκ 37 τῶν Ῥωμαίων δεξάμενος, ἐστράτευσεν κατ' αὐτοῦ, προηγούμενον τῆς αὐτοῦ στρατιᾶς τὸ ἐν οὐρανῷ ὑποδειχθὲν αὐτῷ σημεῖον τοῦ σταυροῦ ἐπιφερόμενος, δι' οὗ καὶ ἐτροπώσατο Μαξέντιον. καὶ οὕτως ἐπὶ Ῥώμην ἐλαύνει, καὶ πάντες αὐτὸν ἅμα γυναιξὶ καὶ νηπίοις καὶ παντὶ τῷ δήμῳ Ῥωμαίων μετ' εὐφημίας καὶ ἀπλήστου χαρᾶς ὑποδέχονται. Μετὰ δὲ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ μέγας καὶ πρῶτος ἐν βασιλεῦσι χριστιανικώτατος ἔτη λβʹ, ὃς τὴν εὐσέβειαν καὶ ὀρθοδοξίαν διὰ πάντων ἐκράτυνεν. ἐν δὲ τῷ κεʹ ἔτει τῆς αὐτοῦ βασιλείας συνεκροτήθη ἡ ἐν Νικαίᾳ σύνοδος τῶν τιηʹ πατέρων θεοφόρων κατὰ Ἀρείου τοῦ ματαιόφρονος. ἐτελεύτησε δὲ ἡ μὲν μήτηρ αὐτοῦ ἐτῶν πʹ, καὶ ἐτάφη παρ' αὐτοῦ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. αὐτοῦ δὲ ἐν Νικομηδείᾳ τελευτήσαντος ἐτῶν ξεʹ οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν, τῆς μὲν ἀνατολῆς Κωνστάντιος, τῆς δὲ δύσεως Κωνσταντῖνος καὶ Κώνστας, ὃς τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον φονεύσας καὶ βασιλεύσας μόνος ἔτη ιʹ ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. Μετὰ δὲ Κωνσταντῖνον τὸν μέγαν ἐβασίλευσε Κωνστάντιος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ Ἀρειανικὸν φρόνημα παρασυρεὶς ἐβίαζε τὸν θεῖον Ἀλέξανδρον δέξασθαι τὸν Ἄρειον εἰς κοινωνίαν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ τὸν θεὸν σὺν δάκρυσιν ἱκετεύοντος, αἰσχίστῳ μόρῳ τὸν βίον κατέστρεψεν ὁ τρισάθλιος. 38 Μετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ἔτη βʹ, Καῖσαρ δὲ ἐγένετο ἔτη δʹ καὶ μῆνας ʹ· ὃς πολλὰ κακὰ κατὰ Χριστιανῶν ἐνδειξάμενος ἐν Περσίδι ὑπὸ τῆς θείας δίκης ἀναιρεῖται, ἐτῶν ὢν λʹ. Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν Ἰοβινιανὸς μῆνας ηʹ, ὃς ὑπὸ τοῦ στρατοῦ κατασχεθεὶς εἰς τὸ τὰ τῆς βασιλείας ὑποδέξασθαι σύμβολα, λέγεται πρὸς τὸ στρατόπεδον εἰρηκέναι μὴ δύνασθαι βασιλεύειν αὐτῶν ὡς ὑπὸ Ἰουλιανοῦ μολυνθέντων. τότε πάντας μιᾷ φωνῇ ἀποκριθῆναι λέγεται ὅτι ἡμεῖς Χριστιανοί ἐσμεν, καὶ οὕτω τὴν βασιλείαν ἐδέξατο. ἀλλ' οὗτος ὁ εὐσεβὴς καὶ θαυμάσιος μετὰ ηʹ μῆνας τῆς αὐτοῦ βασιλεία ἐν τῷ ὑποστρέφειν ἀπὸ τῆς Περσίδος ἐτελεύτησε, μέγα πένθος καταλείψας τῇ ἐκκλησίᾳ καὶ λαοῖς ἅπασιν. Μετὰ δὲ Ἰοβινιανὸν ἐβασίλευσεν Οὐαλεντινιανὸς ἔτη ιβʹ, ὃς μετὰ λʹ ἡμέρας τῆς αὐτοῦ ἀναγορεύσεως τὸν ἑαυτοῦ ἀδελφὸν Οὐάλεντα ἐκ Παιονίας μεταπεμψάμενος κοινωνὸν τῆς βασιλείας προσελάβετο, ὃς τοὺς αἱρετικοὺς συγκροτῶν οὐ διέλιπεν ἐπισκόπους καὶ πρεσβυτέρους καὶ διακόνους καὶ λαοὺς ἐξορίζων καὶ πλεῖστα ἀθέμιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας μηχανώμενος. ὕστερον δὲ τοῖς Γότθοις πόλεμον συμβαλὼν καὶ κατὰ κράτος ἡττηθεὶς φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ἐν ᾧ τοῦτον κατέκαυσαν οἱ πολέμιοι σὺν τοῖς συνοῦσιν αὐτῷ καὶ αὐτῷ οἰκήματι, βασιλεύσαντα ἀνοσίως ἔτη ιδʹ. Οὐαλεντινιανὸς δὲ ὁ μέγας ἐκ τῶν μερῶν τῆς Γαλλίας ἐλθὼν ἐτελειώθη, κληρονόμους τῆς ἑαυτοῦ βασιλείας 39 καταλιπὼν Γρατιανὸν τὸν υἱὸν αὐτοῦ, Αὔγουστον ὄντα καὶ ἐν Ῥώμῃ διατρίβοντα, καὶ Οὐαλεντινιανὸν νέον κομιδῇ τυγχάνοντα, ὃν ἡ ἀνάγκη τῶν ἐπιχειρούντων τὸν τόπον τῆς βασιλείας ὑφαρπάζειν παρεσκεύασεν καὶ ἀπόντος τοῦ ἀδελφοῦ τὴν πορφυρᾶν ἀναδήσασθαι. Ὁ δέ γε Γρατιανὸς τὸν μέγαν Θεοδόσιον ἐξ Ἱσπανίας ἀγαγὼν προεχειρίσατο εἰς