13
ἧς νῦν τοκέεσσιν ἔφηνας. Παῖς καὶ ἐγὼ γενόμην ἀγαθοῦ πατρὸς, ἀλλὰ τόδ' οὔπω 1523 Ἦλθεν ἀφ' ἡμετέρων στομάτων ἔπος, οὐδ' ὑπ' ὀδόντι. Οὐδὲ γὰρ οὐδὲ Θεῷ κεχαρισμένος ἐστὶν ὁ μῦθος «Ὦ πάτερ, εἴ μ' ἔφυσας, βαιὴ χάρις· οὐ γὰρ ἔμοιγε, Σῷ δὲ πόθῳ, σῇ σαρκὶ χαριζόμενός μ' ἐφύτευσας. Ἀλλ' ἔθρεψας ἔπειτα· τί γὰρ τέκες;» Ὡς ἀχάριστος Φωνή! καὶ κόσμοιο λύσις, μεγάλης τε γενέθλης Φίλτρῳ μὲν συνέδησε φύσις τοκέας τε γόνους τε, Μὴ μόγος ἀμφὶ τέκεσσιν ἀποῤῥήξειε τοκῆας, Καὶ θανάτῳ τίκτωμεν, ἀκηδέες ὧν τεκόμεσθα. Τοὔνεκα καὶ μόθον αἰνὸν ἑοῖς περὶ παισὶ τοκῆες Ἵσταντ', ἦ γὰρ ἔλεξας ἐτήτυμον, ἄχρι μόροιο, Σφῆκες, παρδάλιες τε, βόες, σύες, ἰχθύες, ὄρνεις, Πάντων δ' αὖ περίαλλα βροτῶν γένος. Εἰ δὲ νόμοισι Τόσσοις εἰ καθέοιμεν, ὅλος βίος οἴχετ' ἄϊστος. 1524 Τίς γὰρ ἔθ' υἱῆα προσπτύξεται, ἢ τὰ φέριστα Εὔξεται, ἢ ποθέοντι λόγους, ἢ ἄλλο τι νεύσει, Τίς μοῖραν κτεάνων ἀποδάσσεται, ὡς ἐπέοικεν, Εἰ χρέος, οὐ χάρις ἐστὶν, ὅ κεν πατρὸς υἱὸς ἕλῃσι, Καὶ μηδὲν μὲν ἔχων, αἰδοῦς νόμον ἔκτοθι βάλλοι, Εὖ δὲ παθὼν, ἀχάριστον ἔχοι γλῶσσάν τε νόον τε; Σκέπτεο δ' εἴ κέν σοί τις ἀπαντήσειεν ἐχέφρων· Οὐκ οἶον μερόπων ἡμεῖς γένος, ἀλλὰ Θεοῖο, Τῶν δὲ πάρος. Πατέρες δὲ τὰ δεύτερά εἰσι τέκεσσιν Ὄργανα τῆς Χριστοῖο Θεοῦ μεγάλοιο γενέθλης. Γαῖαν ἕλεν, δῶκεν δὲ νόον, μικτὸν δ' ἀνέδειξεν Ἓν γένος ἀμφοτέρωθεν, ἐπιχθόνιον βασιλῆα, Σῶμα κακοφρονέοντα, θεὸν θετὸν εὐσεβέοντα· Πολλοῖσίν τε κακοῖσι κυκώμενον ἔνθα καὶ ἔνθα, 1525 Ὥς κεν ἐνὶ πλεόνεσσιν ἀκαμπέα θυμὸν ἔχωμεν. Ἀλλ' οὔπω τις τόσσον ἀπὸ φρενὸς ἤλυθεν ἐσθλῆς, Οὐδὲ τόσον νεότητος ἀπηνέος αἵματι βράσθη, Ὡς τόδ' ἀπὸ στόματος ῥῆξαι κακὸν ἀντὶ Θεοῖο· Οὐκ ἐθέλοντά μ' ἔοργας, ἐπεὶ δέ μ' ἔοργας, ἔτισας· Ἢν δὲ πλάσας μεθέῃς με, βοτὸν πλάσας ἀντὶ βροτοῖο. ∆ὸς σοφίην, δὸς πλοῦτον, ἐπεὶ πλεόνεσσιν ἔδωκας· ∆ὸς μέγεθος, καὶ κάλλος, ἐν ἄστεσι πρῶτα φέρεσθαι, Θούριον ἔγχος ἔχειν, νούσοις δέμας οὐχ ὑποεικτὸν, Ἀλλά τε, οἷς μέγας ὄλβος ἐν ἀνθρώποισι μετρεῖται, Ἢ σχήσω θυσίαις τε καὶ εὐχωλῇσι γεραίρειν· Οὐ γὰρ ἐμοί τι νέμων, δήσας ψυχήν τε δέμας τε, Κύδεος ἱμείρων δὲ παρήγαγες, ὥσπερ ἅπαντα, Ὡς καὶ ἐπιχθονίοισιν ἀοίδιμος, ὦ Μάκαρ, εἴης. 1526 Ταῦτα θεοστυγέεσσι καὶ ἀφραδέεσσι δεδόσθως Οἷς πλοῦτος θεός ἐστι, κακοῦ πλαστῆρος ὀπηδοῖς. Ἡμεῖς δ' ἐν πάντεσσι Θεὸν μέγαν ὑμνείωμεν, Ἐσθλοῖς τε στυγεροῖς τε· τὸ γὰρ τεκέων ἐρατεινῶν· Καὶ μετὰ πρῶτον Ἄνακτα ἐπιχθονίους γενετῆρας, Οἵ με φάους ἔπλησαν, ἀφ' ὧν Τριὰς εἰς ἓν ἰοῦσα, Καὶ λάμψε πραπίδεσσιν ἐμαῖς, καὶ πᾶσι φαάνθη. Σιγήσω κόσμοιο κύκλον μέγαν, οὐρανὸν εὐρὺν, Ὄμμασι παμφανόωντα διαυγέσι, νῶτα θαλάσσης Ῥευστῆς ἱσταμένης τε, τὸ δὴ καὶ θάμβος ἔμοιγε· Γαῖαν ἐς ὕστερον, ποταμῶν ῥόον, ἠέρα πνευστὸν, Ὥρας, ἄνθεα τερπνὰ βροτῶν φύσιν, ἠερίων τε, Ὅσσα Θεὸς προύθηκεν ἐμοῖς φαέεσσι τράπεζαν· Ταῦτα πατὴρ μεγάλοιο Πατρὸς πάρ' ἔδωκεν ἔμοιγε. 1527 Τῷ, μή μοι τοίοισιν ἀμείβεσθαι γενετῆρα Θαρσαλέως· καὶ θάρσος ἔφυ θράσος, ἔκτοθι μέτρου· Μή σοί τις καὶ τοῖος ἀπ' οὔατος ἡμετέροιο, Τέκνον, θερμοτέροιο πατρὸς πάρα μῦθος ἵκηται· Εἴ γε φύσις τεκέεσσι πόθον πόρσυνε τοκήων, Καὶ τὸ φύσις φιλέειν τοὺς οὐ φιλέοντας ἔρυξε. Κρεῖσσον ἀτασθαλέοντα φέρειν πατέρ', ἠὲ παρ' ἄλλων Εὖ πάσχειν, θνητοῖς δὲ πατρὸς μόνον ἐς χέρα λεύσσειν. Εἰ δὲ πένης, φρενοπλήξ τε καὶ οὐ μελέεσσι πεπηγὼς, Τί πρήξεις; οὐ χεῖρα τεὴν σκήπωνα παρέξεις; Οὐκ ὤμοισι τεοῖσιν ἀειρόμενός μ' ἑκὰς οἴσεις, Ὡς Ἀγχισιάδης γενέτην ἑὸν ἐκ πολέμοιο; Ἢ φήσεις· Τί μ' ἔτευξας, καὶ τί με δούλιον αἰτεῖς; 1528 ∆ὸς φωνὴν νεπόδεσσι, καὶ ἠερίοις πετεηνοῖς, Καὶ τοῖς ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· Οὐκ ἐρέει, «Τί μ' ἔτευξας ἁλὸς τέκος, ὦ Ἄνα;» δελφίς· Ἁλμυρὸν οὐκ ἔθελον τέμνειν βίον, αἰὲν ἀλήτης, Ὑγρὸν φυσιόων, καὶ ἀνάστερον ἠέρα λεύσσων. Ἔργα βοὸς ποθέω, καὶ οὔρεα, καὶ πλατὺν ὦμον, Καὶ ζώειν μερόπεσσιν ὁμὸν βίον, ὡς ταχὺς ἵππος, Ἢ πᾶσιν νεπόδεσσιν ὀλισθηροῖσιν ἀνάσσειν. Οὐδὲ βόες ποθέοντες ἁλὸς πόρον ἀσχαλόωσιν· Οὐκ ἐρέει σκολιοῖς κάμνων μηρύμασι