13
ὑπερκόσμιον 252 ἐνηγκάλισται κτίσιν; Εἰ οὖν ἅγιον ἀεὶ τοῦ θεοῦ τὸ ὄνομα, καὶ οὐδὲν ἐκπέφευγε τὸ κράτος τῆς τοῦ θεοῦ δεσποτείας, ἀλλὰ καὶ κρατεῖ πάντων, καὶ κατὰ τὸν ἁγιασμὸν προς θήκης οὐκ ἐπιδέεται ὁ διὰ πάντων ἀνελλιπὴς καὶ τέλειος, τί βούλεται ἡ εὐχὴ, Ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου; Ἢ τάχα τι τοιοῦτον ὁ λόγος ἐν τῷ εἴδει τῆς προςευχῆς δογματίζει, ὅτι ἀσθενής ἐστι πρὸς ἀγαθοῦ τινος κτῆσιν ἡ ἀνθρωπίνη φύσις, καὶ διὰ τοῦτο οὐκ ἄν τι γένοιτο τῶν σπουδαζομένων ἡμῖν, μὴ τῆς θείας συμ μαχίας τὸ ἀγαθὸν ἐν ἡμῖν κατορθούσης; Ἀγαθῶν δὲ πάν των ἐστὶ τὸ κεφάλαιον τὸ τῷ ἐμῷ βίῳ τὸ ὄνομα τοῦ θεοῦ ἐνδοξάζεσθαι. Γένοιτο δ' ἂν ἡμῖν ἐκ τοῦ ἐναντίου γνω ριμωτέρα ἡ ἔννοια. Ἤκουσά που τῆς ἁγίας γραφῆς κα τακρινούσης ἐκείνους οἳ τῆς κατὰ τοῦ θεοῦ βλασφημίας αἴτιοι γίνονται. Οὐαὶ γὰρ, φησὶ, δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Τοῦτο δὲ τοιοῦτόν ἐστιν. Οἱ μήπω πεπιστευκότες τῷ λόγῳ τῆς ἀληθείας πρὸς τὸν βίον τῶν παραδεδεγμένων τὴν τοῦ μυστηρίου πίστιν ἀπο σκοποῦσιν. Ὅταν τοίνυν τὸ μὲν ὄνομα τῆς πίστεως ἔν τισιν ᾖ, ὁ δὲ βίος ἀντιφθέγγηται τῷ ὀνόματι, ἢ διὰ πλε ονεξίας εἰδωλολατρῶν, ἢ ἐν μέθαις καὶ κώμοις ἀσχη μονῶν, καὶ τῷ βορβόρῳ τῆς ἀσωτίας ὑὸς δίκην ἐγκα λινδούμενος, πρόχειρος εὐθὺς παρὰ τῶν ἀπίστων ὁ λόγος, οὐκ εἰς τὴν προαίρεσιν τῶν κακῶς τῷ βίῳ κεχρημένων τὴν κατηγορίαν τρέπων, ἀλλ' ὡς τοιαῦτα πράττειν τοῦ μυστηρίου διδάσκοντος· μὴ γὰρ ἂν γενέσθαι τὸν δεῖνα τὸν τὰ θεῖα μεμυημένον μυστήρια ἢ λοίδορον, ἢ πλεονέκτην, ἢ ἅρπαγα, ἢ ἄλλο τι τοιοῦτον κακὸν, εἰ μὴ ἔννομον αὐ τοῖς τὸ ἁμαρτάνειν ἦν. ∆ιὰ τοῦτο χαλεπὴν τοῖς τοιού τοις ἀπειλὴν ὁ λόγος ἐπανατείνεται λέγων ἐκείνοις εἶναι τὸ, Οὐαὶ δι' οὓς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ δὴ τοῦτο νενόηται, καιρὸς ἂν εἴη τὸ ἐκ τοῦ ἐναντίου λεγόμενον κατανοῆσαι· εὔχεσθαι γὰρ πρό γε πάντων οἶμαι χρῆναι καὶ τοῦτο ποιεῖσθαι τῆς προςευ χῆς τὸ κεφάλαιον, τὸ μὴ βλασφημεῖσθαι ἐν τῷ ἐμῷ βίῳ 254 τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ δοξάζεσθαι καὶ ἁγιάζεσθαι. Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπι στευκόσι θεῷ βίον καθαρὸν δι' ἀρετῆς κατωρθωμένον, πάν των τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς τὰς τῶν παθῶν προςβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ' ἡδονὴν ἀπολαύ σεσιν, τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ' ὑπερα νεστῶτα πάσης τῆς καθ' αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρω πίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλι κοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύ σεως, τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ; Οὐκοῦν ὁ ἐν τῇ προςευχῇ λέγων, Ἁγιασθήτω τὸ ὄνομά σου ἐν ἐμοὶ, ταῦτα τῇ δυνάμει τῶν λεγομένων προςεύχεται, Γενοίμην τῇ συνεργίᾳ τῆς σῆς βοηθείας ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, λαλῶν ἀλήθειαν, ἐργαζόμενος δικαιοσύνην, ἐν εὐθύτητι πορευόμενος, τὰ ἄνω φρονῶν, τῶν γηΐνων ὑπερορῶν, τῇ σωφροσύνῃ λάμπων, τῇ ἀφθαρσίᾳ κοσμούμενος, τῇ σοφίᾳ καὶ τῇ φρονήσει καλλωπιζόμενος, ταῖς ἀγγελικαῖς πολι 256 τείαις ἐλλαμπρυνόμενος.