14
μοι. Μάκελ 42 γὰρ λέγεται Ῥωμαϊστὶ ὁ σφαγεύς. ἐφ' οὗ καὶ ὁ μέγας ἐμπρησμὸς γέγονεν ἀπὸ τοῦ νεωρίου μέχρι τοῦ ἁγίου Θωμᾶ. καὶ τῆς θεοτόκου ἡ ἐσθὴς εὑρεθεῖσα ἐν Ἱεροσολύμοις παρά τινι εὐλαβεστάτῃ γυναικὶ Ἑβραΐδι καὶ παρθένῳ ἱερῶς φυλαττομένη, καὶ ἐν Κωνσταντινουπόλει διακομισθεῖσα, ἐν Βλαχέρναις ἀπετέθη, ἔνθα ὁ βασιλεὺς ναὸν ᾠκοδόμησε τῆς θεομήτορος, καὶ σορὸν ἐκ χρυσοῦ καὶ ἀργύρου κατασκευάσας κατέθετο ταύτην, ἥτις ἐξ ἐρίων εὐφθάρτων ἐξυφασμένη καὶ στημόνων ὁμοιοειδῶν καὶ ὁμοχρόων ἀδιάφθαρτός ἐστιν καὶ ἀδιάλυτος μέχρι τοῦ νῦν, τῆς ἀειπαρθένου τὸ θαῦμα σαφῶς κηρύττουσα. ὁ δέ γε βασιλεὺς Λέων δυσεντεριάσας ἀπέθανεν. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Λέων ὁ μικρὸς ὁ ἔκγονος αὐτοῦ, ὁ ἀπὸ Ζήνωνος καὶ Ἀριάδνης, ἔτος ἕν. Μετὰ δὲ Λέοντα τὸν μικρὸν ἐβασίλευσε Ζήνων ὁ Ἴσαυρος καὶ πατὴρ αὐτοῦ ἔτη ιαʹ, καὶ ἀπέθανε δυσεντεριάσας. ὃς ἅμα τῷ βασιλεῦσαι ἐπιβουλευθεὶς παρὰ Βηρίνης τῆς πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, προσέφυγε τῇ ἰδίᾳ πατρίδι. ἡ δὲ Βηρίνα ἔστεψε Βασιλίσκον τὸν ἀδελφὸν αὐτῆς. μετὰ δὲ ταῦτα Ζήνων ὑποστρέψας ἐν Κωνσταντινουπόλει, καὶ τοῦτον χειρωσάμενος, τῇ ἐκκλησίᾳ προσφυγόντα ἅμα γυναικὶ καὶ τέκνοις ἐξώρισεν ἐν τῷ φρουρίῳ Καππαδοκίας, ἐν ᾧ βληθέντες ἐν πύργῳ τῆς θύρας ἀναφραγείσης ἐτελεύτησαν. ἐφ' οὗ καὶ Μαρτύριος ὁ Ἀντιοχείας διὰ τὴν τοῦ Ζήνωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστροφὴν ἀποταξάμενος τῇ ἐπι 43 σκοπῇ ἀνεχώρησεν, οὗ ἀναχωρήσαντος Πέτρος ὁ Κναφεὺς τυραννικῶς τῷ θρόνῳ ἐπεπήδησεν· ὅστις Μαρτύριος πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν θεοτόκον ὀνομάζεσθαι, καὶ ἐν πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον μὴ λεγόμενον εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν τῇ μεγάλῃ παρασκευῇ. καὶ Βαρνάβα τοῦ ἀποστόλου τὸ λείψανον εὑρέθη ὑπὸ δένδρον κερασίαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματθαῖον εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα. ἐξ ἧς προφάσεως παραγεγόνασι Κύπριοι τοῦ μὴ τελεῖν ὑπὸ Ἀντιόχειαν τὴν κατ' αὐτοὺς μητρόπολιν. ὅπερ εὐαγγέλιον ἀποτεθὲν παρὰ Ζήνωνος ἐν τῷ παλατίῳ εἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου ἀναγινώσκεται κατ' ἐνιαυτὸν τῇ ἁγίᾳ μεγάλῃ πέμπτῃ. Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ ∆ίκορος ἀπὸ σελεντίων, τῶν Ἀκεφάλων καὶ αὐτὸς ὤν, ἔτη ιγʹ· ὃς εἶδε καθ' ὕπνους φοβερόν τινα τῇ χειρὶ κατέχοντα κώδικα γεγραμμένον καὶ λέγοντα αὐτῷ "ἰδοὺ διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω τῆς σῆς ζωῆς ἔτη ιδʹ." καὶ βροντῶν καὶ ἀστραπῶν παρὰ τὸ παλάτιον γενομένων, καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀπὸ τόπου εἰς τόπον φεύγοντος, ἐν ἑνὶ τῶν κοιτωνίσκων (Ὤατον δὲ ἐλέγετο) κατέλαβεν αὐτὸν ἡ ὀργή, ὥστε αἰφνίδιον εὑρεθῆναι νεκρόν. φασὶ δὲ μετὰ τὸ ταφῆναι μεθ' ἡμέρας βοᾶν "ἐλεήσατέ με καὶ ἀνοίξατε." τῶν μνημοναρίων δὲ εἰπόντων "ἄλλος βασιλεύει," εἰπεῖν "οὐδέν 44 μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με καὶ ποιήσατε μοναχόν." οἱ δὲ εἴασαν αὐτόν. μετ' οὐ πολὺ δὲ τοῦ μνήματος ἀνοιγέντος εὑρέθη φαγὼν τοὺς βραχίονας αὑτοῦ καὶ τὰ καλήγια, ἅπερ ἐπεδέδυτο. Μετὰ δὲ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ Θρᾲξ ὁ μέγας ἐν βασιλεῦσιν ἔτη θʹ, ἄριστος ἐν πολέμοις καὶ ζηλωτὴς τῆς ὀρθοδόξου πίστεως, ἐφ' οὗ καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθη, καὶ τὰ κατὰ τῶν Ὁμηριτῶν δι' Ἐλεσβαᾶ τοῦ βασιλέως τῶν Αἰθιόπων. τελευτήσας δὲ ὁ βασιλεὺς Ἰουστῖνος κατέλιπε βασιλέα Ἰουστινιανὸν ἀνεψιὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ἀνεψιὸς αὐτοῦ ἔτη λθʹ, ὃς ἐποίησε τὰς νεαρὰς διατάξεις. ἀνεκαίνισε δὲ καὶ τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν εἰς κάλλος καὶ μέγεθος ὑπὲρ τὸ πρότερον, παραδοὺς καὶ τροπάριον ἐν αὐτῇ ψάλλεσθαι "ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ." καὶ ἡ Ὑπαπαντὴ ἔλαβεν ἀρχὴν ἑορτάζεσθαι, μὴ συναριθμουμένη πρότερον ταῖς δεσποτικαῖς ἑορταῖς. γέγονε δὲ καὶ ἡ πέμπτη σύνοδος τῶν ρξεʹ ἁγίων πατέρων κατὰ Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ δόγματα διαδεξαμένων ∆ιδύμου καὶ Εὐαγρίου καὶ τῶν παρ' αὐτῶν ἐκτεθέντων