14
Ἐπεὶ οὐδὲν εὐπορώτερον ἀρετῆς, οὐδὲν δυνατώτερον, οὐδὲν εὐμηχανέστερον. Ἢ χεῖρα τὴν 64.696 πρᾶξιν λέγει τῶν ἁγίων, οἳ κατεξουσιάζουσι τοῦ κόσμου· οἱ δὲ μὴ ἀγαθοὶ ἄνδρες αἰχμαλωτισθήσονται ὑπὸ δαιμόνων. Φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου. Ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. [ιβιδ.] Ταράσσει μὲν ὁ περὶ τῶν ἐν νόμῳ κολάσεων λόγος· περὶ δὲ τῶν ἐν Εὐαγγελίοις ἐπαγγελιῶν ἀκούων εὐφραίνεται. Ὅρα πρὸς ἑκάτερα χρήσιμον· κἂν ἀγαθόν τι περὶ τῶν πέλας ἀκούσῃ, οὐ βασκαίνει, ἀλλὰ συγχαίρει· κἂν πονηρόν τι περὶ ἑαυτοῦ καταστέλλεται, τάξιν ἔχει καὶ ἡ ὀδύνη αὐτοῦ καὶ ἡ χαρά· ἐπὶ δὲ τῶν ἀσεβῶν, τοὐναντίον· ἔνθα μὲν γὰρ ὀδυνᾶσθαι χρὴ ἐπὶ τοῖς φοβεροῖς λόγοις, καταφρονοῦσιν· ἔνθα δὲ χαίρειν ἐπὶ τοῖς ἀγαθοῖς, τήκονται, ἐναντία πάσχοντες πάθη. Οὐκ ἐπιτεύξεται δόλιος θήρας. [ξοδ. φ. 59 β.] Ἐπεὶ θηρευτής ἐστι καὶ ἁλιευτὴς ἡμῶν ὁ λογισμὸς, ὁ οὖν δόλιος ὢν οὐκ ἐπιτυγχάνει τῆς θήρας τῶν ἐναντίων λογισμῶν, ἀλλ' αὐτὸς θηρεύεται ὑπ' αὐτῶν.
ΚΕΦΑΛ. ΙΓʹ.
Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. [ξοδ. φ. 59 β.] Ὅρα πρώτους ἡμᾶς καρπουμένους τὰ καλὰ, καὶ τὴν βλάβην αὖθις περιτρεπομένην εἰς ἡμᾶς· φυλάσσει μὲν γὰρ ὃς οἶδε λέγειν τό· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου· προπετεύεται δὲ χείλεσιν, ὁ μὴ νοῶν, ἃ λέγει, μηδὲ περὶ τίνων διαβεβαιοῦται. [ιβιδ.] Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργός. Ὁ γὰρ τοιοῦτος, κἂν πάνυ εὔπορος ᾖ, διαφθείρει τῇ ἀργίᾳ τὸν πλοῦτον· ἢ παρ' ὅσον τὸ ἔργον παρασχολεῖ τὴν διάνοιαν τῶν περισσῶν ἐπιθυμιῶν· οἱ δὲ ἐπιμελούμενοι τῶν ὄντων, καὶ τὰ οὐκ ὄντα τοῖς οὖσιν προσηύξησαν. Εἰσὶν οἱ πλουτίζουσιν ἑαυτοὺς, μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Ἄρα οὔτε πλοῦτος, ἀλαζονίας ὑπόθεσις· οὔτε πενία, ταπεινοφροσύνης· ἢ πλουτίζουσιν οἱ δοκησίσοφοι. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος. [ξοδ. φ. 60 α.] Τί λέγεις; τί ποιεῖς, οὕτως ἐπαίρων τὰ χρήματα; Πρῶτον μὲν οὐχ ἁπλῶς ἅπαντα τὸν πλοῦτον ἔφησεν, ἀλλὰ τὸν ἴδιον τὸν ἐκ δικαίων πόνων· οὐκ οὖν πονηρὸν ἡ πτωχεία· ἢ τοῦτό φησιν, ὅτι τῷ πτωχῷ ἴσως οὐδὲ ἀπειλῆσαί τις ἂν ἕλοιτο· τὸν γὰρ οὐκ ἔχοντα, πόθεν ἄν τις φοβήσειεν; Ὥστε ἀπράγμων οὗτος ὁ βίος ἔστιν· ἢ πλοῦτον ἴδιον τὴν δικαιοσύνην φησὶ, ἥτις ῥύεται ἐκ θανάτου· οὐχ ὑφίσταται δὲ ἀπειλὴν, ἤτοι τὴν περὶ κολάσεως προαναφώνησιν, ὁ πτωχεύων ταῖς ἀρεταῖς. Κρείσσων ὁ ἐναρχόμενος βοηθεῖν τοῦ ἐξαγγελλομένου καὶ εἰς ἐλπίδας ἄγοντος. [ξοδ. φ. 60 β.] Παιδεύει πανταχοῦ μὴ προπετεῖς εἶναι ῥήμασι, καὶ μήτε Θεῷ ἁπλῶς ἐπαγγέλλεσθαι μήτε ἀνθρώποις, ἀλλὰ δι' ἔργων τοῦτο ποιεῖν, καὶ 64.697 μὴ ῥήμασι διαλύεσθαι· ἢ ὅτι, Ταχὺ ἄρχου ἀρετῆς, καὶ μὴ μέλλε· καλὸν γὰρ ἐνάρχεσθαι ἀγαθῆς πράξεως, καὶ μὴ ἐλπιδοσκοπεῖν. Ὁ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. [ξοδ. φ. 61 α.] Ὡς ὁ φοβούμενος τὸν Θεὸν ποιεῖ τὸ θέλημα αὐτοῦ, οὕτως ὁ φοβούμενος ἐντολὴν τηρεῖ αὐτήν· ὁ δὲ καταφρονῶν τοῦ Θεοῦ, καταφρονεῖ τῶν ἐντολῶν αὐτοῦ· ὑγιαίνει δὲ ψυχὴ τηροῦσα τὴν ἐντολὴν τὴν θείαν. Βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά· ἄγγελος δὲ σοφὸς ῥύσεται αὐτόν. [ξοδ. φ. 61 α.] Ὁρᾷς ὅσον κακὸν ἡ θρασύτης, ὅτι οὐδὲ βασιλέα ὠφελεῖ; καί τοι παρὰ τίνος ἐκεῖνος πείσεται δεινὸν, ὁ πάντας ἔχων ὑφ' ἑαυτῷ; ἴδε καὶ ὅσον ἀγαθὸν τὸ ἐναντίον· ῥύσεται γὰρ, φησὶν, αὐτὸν ὁ σοφός τις ἀγγέλλων καὶ συμβουλεύων· ἤγουν αὐτὸς ἑαυτὸν ῥύσεται, σοφὰ τοῖς ἀντιπάλοις ἀγγέλλων καὶ πρεσβευόμενος· ἄγγελος δὲ σοφὸς, τουτέστιν ὁ σοφὰ συμβουλεύων αὐτῷ. Ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. [ξοδ. φ. 61 β.]