1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

14

κατὰ τοῦτο μιμησόμεθα τὸν Θεὸν, ἐὰν καὶ πονηροῖς παρέχωμεν. Ἐννόησον γὰρ ὅσοι τὴν οἰκουμένην οἰκοῦσι βλάσφημοι, μιαροὶ, γόητες, πάσης ἐμπεπλησμένοι κακίας· ἀλλὰ καὶ τούτους καθ' ἑκάστην τρέφει τὴν ἡμέραν ὁ Θεὸς, ἡμᾶς παιδεύων τὴν φιλοφροσύνην ἐπὶ πάντας ἐκτείνειν. Ἡμεῖς δὲ ἅπαν τοὐναντίον ποιοῦμεν· οὐ γὰρ πονηροὺς, οὐδὲ φαύλους ἀνθρώπους ἀποστρεφόμεθα μόνον, ἀλλὰ κἂν ὑγιαίνων τις ἡμῖν προσέλθῃ ἢ δι' ἐπιείκειαν, ἢ δι' ἐλευθερίαν, ἢ καὶ δι' ἀργίαν ἴσως (καὶ γὰρ καὶ τοῦτο τίθημι), πενίᾳ συζῶν, λοιδορίας, ὕβρεις, μυρία κατ' αὐτοῦ συνείροντες σκώμματα, κεναῖς αὐτὸν ἀποπέμπομεν χερσὶ, τὴν ὑγείαν ὀνειδίζοντες, τὴν ἀργίαν προσφέροντες. εὐθύνας ἀπαιτοῦντες. Μὴ γὰρ τοῦτο προσετάγης, ἄνθρωπε, ἐγκαλεῖν καὶ ἐπιτιμᾷν ἁπλῶς τοῖς δεομένοις; Ἐλεεῖν καὶ διορθοῦσθαι τὴν πενίαν αὐτῶν ὁ Θεὸς ἐκέλευσεν, οὐχὶ εὐθύνας ἀπαιτεῖν καὶ ὑβρίζειν. Ἀλλὰ βούλει διορθῶσαι τὸν τρόπον, καὶ τῆς ἀργίας ἀπαγαγεῖν, καὶ εἰς ἔργον ἐμβαλεῖν τὸν ἀργοῦντα; ∆ὸς πρότερον, καὶ τότε ἐπιτίμησον, ἵνα μὴ ὠμότητος ὑποψίαν, ἐγκληθεὶς βαρύτητα, ἀλλὰ κηδεμονίας δόξαν λάβῃς. Τὸν μὲν γὰρ μὴ δόντα, ἀλλ' ἐγκαλοῦντα μόνον ἀποστρέφεται, καὶ ἀηδίζει, καὶ οὐδὲ ἰδεῖν ἀνάσχοιτ' ἂν ὁ πένης· καὶ μάλα εἰκότως. Οὐ γὰρ διὰ κηδεμονίαν, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι δοῦναι νομίζει τὰ ἐγκλήματα γίνεσθαι· ὅπερ οὖν καὶ ἔστιν ἀληθές. Ὁ δὲ μετὰ τὸ δοῦναι ἐγκαλῶν, εὐπαράδεκτον ποιεῖ τὴν παραίνεσιν· οὐ γὰρ ἐξ ἀπανθρωπίας, ἀλλ' ἐκ κηδεμονίας ποιεῖται τὴν ἐπιτίμησιν. Οὕτω καὶ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, ἐπάγει λέγων· Ὑμεῖς δὲ τὸ καλὸν ποιοῦντες μὴ ἐκκακήσητε. Καίτοι δοκεῖ ταῦτα ἐναντία εἶναι τὰ προστάγματα. Εἰ γὰρ οὐ δεῖ τοὺς ἀργοῦντας ἐσθίειν, πῶς τούτοις κελεύεις τὸ καλὸν ποιεῖν; Ἀλλ' οὐκ ἔστιν ἐναντίον· μὴ γένοιτο. ∆ιὰ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, οὐχ ἵνα τοὺς μέλλοντας διδόναι ἀπαγάγω τῆς ἐλεημοσύνης, ἀλλ' ἵνα τοὺς ἐν ἀργίᾳ ζῶντας ἀπαγάγω τῆς ἀργίας. Τὸ μὲν οὖν εἰπεῖν, Μηδὲ ἐσθιέτω, ἐκείνους διανίστησι πρὸς ἐργασίαν, τῷ φόβῳ τῆς ἀπειλῆς· τὸ δὲ εἰπεῖν, Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε, τούτους διεγείρει πρὸς ἐλεημοσύνην τῷ χρησίμῳ τῆς παραινέσεως. Ἵνα γὰρ μὴ, ἀκούσαντες τῆς κατ' ἐκείνων γεγενημένης ἀπειλῆς, συστείλωσι τὰς χεῖράς τινες, ἐκκαλεῖται πρὸς φιλοφροσύνην αὐτοὺς, λέγων· Τὸ καλὸν ποιοῦντες μὴ ἐκκακεῖτε. Ὥστε καὶ ἀργοῦντι ἐὰν δῷς, καλὸν πεποίηκας. θʹ. Τοῦτο καὶ ἐν τοῖς ἑξῆς δῆλον ἐποίησεν. Εἰπὼν γὰρ, Εἴ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ· καὶ ἐκκόψας αὐτὸν τῆς ἱερᾶς αὐλῆς, πάλιν αὐτὸν ἑτέρῳ συνάπτει τρόπῳ, τὰς τῶν ἐκτεμόντων διανοίας οἰκειῶν αὐτῷ καὶ συνάγων· ἐπ 51.289 ήγαγε γοῦν λέγων· Μὴ ὡς ἐχθρὸν, φησὶν, ἡγεῖσθε, ἀλλ' ὡς ἀδελφόν. Ὥσπερ οὖν εἰπὼν, Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω, τοῖς κυρίοις ἐκέλευσε πολλὴν αὐτῶν ποιεῖσθαι πρόνοιαν πάλιν· οὕτω καὶ ἐνταῦθα εἰπὼν, Μὴ συναναμίγνυσθε αὐτῷ, οὐκ ἀπέστησεν αὐτοῦ τῆς ἐπιμελείας τοὺς ἀκούοντας, ἀλλὰ καὶ σφόδρα αὐτοῖς ἀντιλαβέσθαι παρεκελεύσατο, προσθεὶς καὶ εἰπὼν, Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλ' ὡς ἀδελφόν. Ἐχωρίσθης αὐτοῦ τῆς συνουσίας, ἀλλὰ μὴ χωρισθῇς τῆς κηδεμονίας· ἀπέκοψας αὐτὸν τῆς συνόδου, μὴ ἀποκόψῃς αὐτὸν τῆς ἀγάπης. Καὶ γὰρ αὐτὸ τοῦτο δι' ἀγάπην ἐκέλευσα γίνεσθαι, ἵνα τῷ χωρισμῷ γενόμενος βελτίων, πρὸς τὸ λοιπὸν ἐπανέλθῃ σῶμα· ἐπεὶ καὶ οἱ πατέρες τῆς οἰκίας τῆς ἑαυτῶν ἐκβάλλουσι τοὺς παῖδας, οὐχ ἵνα ἔξω μένωσι διηνεκῶς, ἀλλ' ἵνα τῷ τῆς οἰκίας ἐκπεσεῖν γενόμενοι σωφρονέστεροι, πρὸς τὴν οἰκίαν ἐπανέλθωσι πάλιν. Πρὸς μὲν οὖν τοὺς ἀργίαν ἐγκαλοῦντας ἱκανὰ τὰ εἰρημένα. Ἐπειδὴ δὲ καὶ ἕτερός ἐστι πολλοῖς μεμελετημένος λόγος πρὸς ἀπολογίαν, ἀπανθρωπίας καὶ ὠμότητος γέμων, ἀνάγκη καὶ