1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

15

ἐκείνην ἔσεσθαι πεπεισμένος. Γίνεται δέ τι κἀνταῦθα σημεῖον οὐκ ἀπιστούμενον· Ῥώννυται τῷ πόνῳ, νεάζει τῇ προθυμίᾳ, οἰκονομεῖ, παρατάσ σεται, τίθησιν ἐπὶ τοῦ θρόνου, προπέμπεται, οὐκ ἔτι σορῷ τῷ φορείῳ, κιβωτῷ δὲ θείᾳ χρησάμενος. Ἣν δὲ ἄρτι μακροθυμίαν ἐπαινῶν ἐπαυσάμην, ταύτην ἐν ταῦθα καὶ πλέον δείκνυσιν. Οὐ γὰρ φερόντων τῶν συλλειτουργῶν τὴν αἰσχύνην τῆς ἥττης, καὶ τὴν ἐν τοῖς πράγμασι τοῦ γέροντος δυναστείαν, καὶ διὰ τοῦ το δυσχεραινόντων αὐτῷ καὶ λοιδορουμένων, ἵσχυσεν οἷς ἐκαρτέρει καὶ τούτων ὑπεράνω γενέσθαι, μέγι στον εὑρὼν εἰς συμμαχίαν τὴν ἐπιείκειαν, καὶ τὸ μὴ ἀντιλοιδορεῖν λοιδορούμενον. Τί γὰρ εἶναι δεινὸν, εἰ τοῖς πράγμασι νικήσας, φέροι τῇ γλώσσῃ νικώμε νος, Τοιγαροῦν οὕτω κἀκείνους εἷλε τῇ μακροθυμίᾳ, προσλαβὼν καὶ τὸν χρόνον τῆς γνώμης σύμμαχον, ὥστε ἀπελογοῦντο, προσέπιπτον, μεταβάλλοντες εἰς θαῦμα τὴν ἀγανάκτησιν. Ἠσχύνοντο τοῖς προτέροις, ἐχρῶντο πατριάρχῃ, καὶ νομοθέτῃ, καὶ δικαστῇ, τὸ μισεῖν ἀποῤῥίψαντες.

ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετι 35.1036 κῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς ἄλλοις προσθήσοντες, ἤδη σχεδὸν πᾶσι δεδουλωμένοις. Οὐδὲ γὰρ ἐνταῦθα μικρόν τι μέρος ἡμῖν συνεισήνεγκε, καὶ παρ' ἑαυτοῦ καὶ παρ' ἡμῶν ἴσως· οὓς ἐπῆγεν ἐκείνοις, ὡς πικροτάτοις θηρίοις, οὐκ ἀγεννεῖς σκύλακας, γυμνάζων πρὸς τὴν εὐσέ βειαν. Ἓν ἀμφοτέροις μέμφομαι (καί μοι μηδὲν δυσχεράνητε τῆς παῤῥησίας· ἐκρήξω γὰρ τὸ λυ ποῦν, εἰ καὶ φορτικώτερον), ὅτι με τοῖς τοῦ βίου κακοῖς δυσχεραίνοντα, καὶ τῆς ἐρημίας ἐρῶντα, ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν καθ' ἡμᾶς, καὶ τὴν κοινὴν ταύτην ζάλην καὶ κόνιν, ὡς ἔχω τάχους, ἐκκλίνειν φιλονεικοῦντα, καὶ εἰς τὸ ἀσφαλὲς ἀποσώζεσθαι, οὐκ οἶδ' ὅπως τῇ φορτικῇ καὶ ἐπιβούλῳ τῶν ψυχῶν ἀγο ρᾷ ταύτῃ φέροντες παραδεδώκατε, δι' εὐπρε ποῦς ὀνόματος τῆς ἱερωσύνης. Ἐξ ὧν ἤδη μοι τὰ μὲν συνέβη κακὰ, τὰ δὲ ἐλπίζεται. Τὸ γὰρ ἤδη πα θεῖν, καὶ πρὸς τὸ μέλλον πως δύσελπι, κἂν ὁ λογισμὸς ἄλλο τι πείθῃ, τὸ κρεῖττον ὑποτιθέμενος.

ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος· τῇ τελευταίᾳ δὲ νόσῳ κακο παθῶν, ἣ τῷ γήρᾳ συνεπέθετο, καὶ ταύτῃ χρονίᾳ καὶ σφαλερᾷ, τὸ μὲν ἀῤῥωστῆσαι κοινὸν πρὸς τοὺς ἄλλους ἔσχεν ἀνθρώπους· τοῦτο δὲ, οὐκ ἔτι κοινὸν, ἀλλὰ σφόδρα ἐκείνου, καὶ τοῖς ἄλλοις ἀκόλουθον θαύ μασιν. Οὐ γὰρ ἔστιν ὅτε μὴ τῷ πάθει στενοχωρούμε νος, καὶ πολλάκις γε τῆς ἡμέρας, ἔστι δὲ ὅτε καὶ ὥρας, ὑπὸ μόνης ἐῤῥώννυτο τῆς λειτουργίας· καὶ ὑπεχώρει τὸ πάθος, ὥσπερ ἐξ ἐντολῆς φυγαδευόμε νον. Ζήσας δὲ σχεδόν τι περὶ τὰ ἑκατὸν ἔτη, πέρα τῶν ∆αυϊδικῶν ὅρων, περὶ τοῦ καθ' ἡμᾶς χρόνου, καὶ τούτων αὐτῶν ἐν τῇ ἱερωσύνῃ πέντε καὶ τεσσαρά κοντα, μέτρον τῆς ἀνθρωπίνης ζωῆς, ἔπειτα ἐν γή ρᾳ καλῷ καταλύει τὸν βίον. Καὶ τοῦτο, πῶς; Ἐν τοῖς τῆς εὐχῆς ῥήμασί τε καὶ σχήμασιν, οὐδὲν μὲν κακίας ἴχνος, πλεῖστα δὲ ἀρετῆς καταλιπὼν ὑπομνήματα. Τοιγαροῦν καὶ τὸ σέβας αὐτῷ πλεῖον ἢ κατὰ ἄν θρωπον, ἐν ταῖς ἁπάντων γλώσσαις καὶ δια νοίαις· καὶ οὐκ ἔστι ῥᾳδίως εὑρεῖν, ὅστις ἐκεί νου μεμνημένος, οὐχὶ καὶ τὴν φαντασίαν ἀσπάζε ται, τοῦτο δὴ τὸ τῆς Γραφῆς, χεῖρα θεὶς ἐπὶ στόμα 35.1037 τι. Τοιοῦτος μὲν ὁ βίος αὐτῷ, τοιαύτη δὲ ἡ τοῦ βίου συμπλήρωσις καὶ τελείωσις.

ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγα λοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲν τῷ λαῷ προσχρησάμενος, τὰ πλείω δὲ οἴκοθεν εἰσενεγκών; Ἔργον οὐ σιωπῆς ἄξιον, μεγέ θει μὲν ὑπὲρ τοὺς πολλοὺς, κάλλει δὲ σχεδὸν ὑπὲρ ἅπαντας· ὀκτὼ μὲν ἰσοπλεύροις εὐθείαις εἰς ἑαυτὸν ἀπαντῶντα, κιόνων δὲ καὶ στοῶν κάλλεσι διωρόφων εἰς ὕψος αἰρόμενον, καὶ τοῖς ὑπὲρ αὐτῶν πλά σμασιν οὐ λειπομένοις τῆς