1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

15

Ἐλθέτω τὸ ἅγιον πνεῦμά σου ἐφ' ἡμᾶς καὶ καθαρισάτω ἡμᾶς. Τί ἐροῦσιν πρὸς ταῦτα οἱ θρασυστομοῦντες κατὰ τοῦ πνεύματος τοῦ ἁγίου; τίνι διανοίᾳ τὴν τῆς βασιλείας ἀξίαν εἰς ταπεινότητα δουλείας μετασκευάζουσιν; ὅπερ γὰρ ὁ Λουκᾶς πνεῦμα ἅγιον λέγει, τοῦτο Ματθαῖος βασιλείαν ὠνόμασεν. Πῶς εἰς τὴν ὑποχείριον κτίσιν κατασπῶσιν τὴν φύσιν τοῦ πνεύματος, ἀντὶ τῆς βασιλευούσης τῇ βασιλευομένῃ συγκατατάσσοντες φύσει; Ἡ κτίσις δουλεύει, ἡ δὲ δου λεία βασιλεία οὐκ ἔστιν. Ἀλλὰ μὴν βασιλεία τὸ πνεῦμα τὸ ἅγιον· εἰ δὲ βασιλεία ἐστὶν, βασιλεύει πάντως, οὐ βα σιλεύεται· εἰ δὲ μὴ βασιλεύεται, οὐδὲ κτίσις ἐστίν· ἴδιον γὰρ τῆς κτίσεως τὸ δουλεύειν ἐστίν.

Εἰ οὖν βασιλεύει τὸ πνεῦμα, πῶς τῇ δουλευούσῃ φύσει συναριθμοῦσιν αὐτὸ οἱ μηδέπω προςεύχεσθαι μεμαθηκότες, οἱ μὴ εἰδότες τίς ὁ καθαρίζων τὸ κεκοινωμένον, τίς ὁ τῆς βασι λείας ἀναδεδεγμένος τὸ κράτος; Ἐλθέτω τὸ ἅγιον πνεῦ μά σου, φησὶν, καὶ καθαρισάτω ἡμᾶς. Οὐκοῦν ἰδία καὶ ἐξαίρετος τοῦ ἁγίου πνεύματος δύναμίς τε καὶ ἐνέργεια τὸ καθαρίζειν τὴν ἁμαρτίαν ἐστίν· οὐ γὰρ δὴ τὸ καθαρόν τε καὶ ἀμόλυντον τοῦ καθαρίζοντος δέεται. Ἀλλὰ μὴν τὸ αὐτὸ τοῦτο καὶ τῷ μονογενεῖ προςμαρτυρεῖ ὁ ἀπόστο λος. Καθαρισμὸν γὰρ, φησὶ, τῶν ἁμαρτιῶν ἡμῶν ποιη σάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης τοῦ πατρός. Οὐκοῦν ἓν ἑκατέρων τὸ ἔργον, τοῦ τε καθαρίζοντος τὴν ἁμαρτίαν πνεύματος καὶ τοῦ τὸν καθαρισμὸν πεποιηκό τος. Ὧν δὲ ἡ ἐνέργεια μία, καὶ ἡ δύναμις πάντως ἡ αὐτὴ τούτων ἐστίν· πᾶσα γὰρ ἐνέργεια δυνάμεώς ἐστιν ἀπο τέλεσμα. Εἰ οὖν καὶ ἐνέργεια καὶ δύναμις μία, πῶς ἔστιν 262 ἑτερότητα φύσεως νοῆσαι ἐν οἷς οὐδεμίαν κατὰ τὴν δύ ναμίν τε καὶ ἐνέργειαν διαφορὰν ἐξευρίσκομεν; Ὡς γὰρ οὐκ ἔστιν ἐν τοῖς τοῦ πυρὸς ἰδιώμασιν, ὅταν τὰ δύο, τὸ φωτίζον τε καὶ τὸ καῖον, ἴσον καὶ ὅμοιον ᾖ, νομίσαι τινὰ τοῦ ὑποκειμένου παραλλαγὴν εἶναι, οὕτως οὐκ ἄν τις σω φρονῶν μίαν ἐνέργειαν ἐκ τῆς θείας γραφῆς διδαχθεὶς τοῦ υἱοῦ καὶ τοῦ πνεύματος διαφοράν τινα φύσεως ὑπο νοεῖν ἐναχθείη. Ἀλλὰ μὴν προαποδέδεικται ταῖς τῶν εὐσεβούντων δόξαις τὴν αὐτὴν ἐπὶ πατρός τε καὶ υἱοῦ φύσιν εἶναι· μὴ γὰρ εἶναι δυνατὸν τὰ ἑτερογενῆ τῇ τοῦ θεοῦ κλήσει κατονομάζεσθαι. Ὡς οὐ λέγεται βάθρον ὁ υἱὸς τοῦ τέκτονος, οὐδ' ἄν τις εἴποι τῶν εὖ φρονούντων ὅτι ὁ οἰκοδόμος τὴν οἰκίαν ἐτεκνώσατο, ἀλλὰ τῇ τοῦ υἱοῦ καὶ τῇ τοῦ πατρὸς προςηγορίᾳ τὸ κατὰ τὴν φύσιν συνημ μένον σημαίνεται, ἀνάγκη πᾶσα, ὅταν τὰ δύο πρὸς τὸ ἓν οἰκείως ἔχῃ, μηδὲ πρὸς ἄλληλα διαφόρως ἔχειν. Ὥστε, εἰ τῷ πατρὶ κατὰ τὴν φύσιν ὁ υἱὸς ἥνωται, τῆς δὲ τοῦ υἱοῦ φύσεως διὰ τῆς τῶν ἐνεργειῶν ταὐτότητος οὐκ ἀλ λότριον ἀπεδείχθη τὸ πνεῦμα τὸ ἅγιον, μία κατὰ τὸ ἀκόλουθον ἀποδέδεικται τῆς ἁγίας τριάδος ἡ φύσις, οὐ συγχεομένης ἐφ' ἑκάστης τῶν ὑποστάσεων τῆς κατ' ἐξαίρε τον ἐπιθεωρουμένης αὐταῖς ἰδιότητος, οὐδὲ τῶν γνωρισ μάτων ἐν ἀλλήλοις ἀλλασσομένων, ὥστε τὸ σημεῖον τῆς πατρικῆς ὑποστάσεως ἐπὶ τὸν υἱὸν ἢ τὸ πνεῦμα μετενεχ θῆναι, ἢ τοῦ υἱοῦ πάλιν ἑνὶ τῶν προκειμένων ἐφαρμοσ θῆναι, ἢ τὴν τοῦ πνεύματος ἰδιότητα τῷ πατρὶ καὶ τῷ υἱῷ ἐπιφαίνεσθαι. Ἀλλ' ἐν τῇ κοινότητι τῆς φύσεως ἀκοινώνητος ἡ τῶν ἰδιαζόντων θεωρεῖται διάκρισις. Ἴδιον τοῦ πατρὸς τὸ μὴ ἐξ αἰτίου εἶναι.

Τοῦτο οὐκ ἔστιν ἰδεῖν ἐπὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος· ὅ τε γὰρ υἱὸς ἐκ τοῦ πατρὸς ἐξῆλθε, καθώς φησιν ἡ γραφὴ, καὶ τὸ πνεῦμα ἐκ τοῦ θεοῦ καὶ παρὰ τοῦ πατρὸς ἐκπορεύεται. Ἀλλ' ὥς περ τὸ ἄνευ αἰτίας εἶναι, μόνου τοῦ πατρὸς ὂν, τῷ υἱῷ 264 καὶ τῷ πνεύματι ἐφαρμοσθῆναι οὐ δύναται, οὕτω τὸ ἔμπαλιν τὸ ἐξ αἰτίας εἶναι, ὅπερ ἴδιόν ἐστιν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, τῷ πατρὶ ἐπιθεωρηθῆναι φύσιν οὐκ ἔχει. Κοινοῦ δὲ ὄντος τῷ υἱῷ καὶ τῷ πνεύματι τοῦ μὴ ἀγεν νήτως εἶναι, ὡς ἂν μή τις σύγχυσις περὶ τὸ ὑποκείμενον θεωρηθείη, πάλιν ἔστιν ἄμικτον τὴν ἐν τοῖς ἰδιώμασιν αὐτῶν διαφορὰν ἐξευρεῖν, ὡς ἂν καὶ τὸ κοινὸν φυλαχθείη, καὶ τὸ ἴδιον μὴ συγχεθείη. Ὁ γὰρ μονογενὴς υἱὸς ἐκ τοῦ πατρὸς παρὰ τῆς ἁγίας γραφῆς ὀνομάζεται,