1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

15

κεφαλαίων. εἰς δὲ τὰ τέλη αὐτοῦ ὁ βασιλεὺς κινήσας τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου δόγμα ἀλλότριος τῆς εὐσεβείας ἐτελεύτησεν, προβαλλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε ὄντα. 45 Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ, μεγαλοδωρότατός τε ὢν καὶ φιλοκτίστης. ἔκτισε παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει. καὶ τὸ μὲν ἐκάλεσε Σοφιανάς, τὴν δὲ Σοφίαν εἰς ὄνομα τῆς ἑαυτοῦ γυναικός. ἔκτισε δὲ καὶ τὴν ἐν τῷ ὀρφανοτροφείῳ ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου. εἶτα νόσῳ ληφθεὶς καὶ μέλλων τελευτᾶν τόν τε πατριάρχην καὶ τὴν σύγκλητον πᾶσαν προσκαλεσάμενος Τιβέριον εἰς βασιλέα προεβάλετο. Μετὰ δὲ Ἰουστῖνον ἐβασίλευσε Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ, ὃς τὴν ἰδίαν γυναῖκα Ἀναστασίαν ἀναγορεύσας, Σοφίαν τὴν τοῦ Ἰουστίνου γυναῖκα εἰς τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι παλάτιον κελεύσας ἀπαχθῆναι, κουβικουλαρίους καὶ ἑτέρους τινὰς εἶναι εἰς ὑπουργίαν αὐτῆς ἔδωκεν· ἣν καὶ ἐτίμα ἴσα μητρί, ποιῶν πᾶσαν θεραπείαν αὐτῆς. μέλλων δὲ τελευτᾶν Μαυρίκιον τὸν ἐπὶ θυγατρὶ αὐτοῦ γαμβρὸν βασιλέα ἀνηγόρευσεν. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Μαυρίκιος Ἀρμένιος καὶ γαμβρὸς αὐτοῦ ἔτη κʹ. οὗτος γαμβρὸν ἔσχεν ὀνόματι Φιλιππικόν, ὃς ἔκτισε μονὴν ἐν Χρυσοπόλει ἐπ' ὀνόματι αὐτοῦ. ὁ δὲ Μαυρίκιος τὴν τοῦ Φωκᾶ τυραννίδα μαθὼν καὶ τὴν τοῦ λαοῦ ἐπανάστασιν φεύγων, μεσούσης νυκτὸς τὴν βασιλικὴν ἐσθῆτα ἀποδυσάμενος καὶ ἰδιωτικὴν ἐνδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ αὐτοῦ καὶ τοῖς τέκνοις, καὶ μετὰ κινδύνου εἰς τὸν ἅγιον Αὐτόνομον διασωθεὶς καὶ πρός τι φρούριον ὀχυρὸν σπεύδων καταφυγεῖν 46 οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρότατοι πόνοι καὶ ἀρθρίτιδες ποδαλγίας καὶ χειραλγίας, ὥστε κεῖσθαι αὐτὸν ἀμετακίνητον. ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ δεχθεὶς εἰσῆλθεν εἰς τὰ βασίλεια. Μετὰ οὖν Μαυρίκιον ἐβασίλευσε Φωκᾶς ὁ Καππαδόκης καὶ τύραννος ἔτη ηʹ. ὁ δὲ γαμβρὸς αὐτοῦ Πρίσκος μὴ φέρων ὁρᾶν τοὺς ἀδίκους φόνους καὶ τὰ ὑπ' αὐτοῦ γινόμενα δεινὰ γράφει Ἡρακλείῳ στρατηγῷ ὄντι τότε ἐν Ἀφρικῇ, ὅπως ἀνέλθῃ μετὰ στόλου κατὰ τοῦ τυράννου· οὗ ἀνελθόντος καὶ πολέμου κροτηθέντος ἡττᾶται Φωκᾶς ὁ ἀλιτήριος, καὶ κατασχεθεὶς καὶ τὰς χεῖρας καὶ τοὺς πόδας καὶ τοὺς ὤμους ἀκρωτηριασθεὶς καὶ τὰ αἰδοῖα ἐκτμηθεὶς καὶ κοντῷ ἀναρτηθείς, εἶτα καὶ τὴν κεφαλὴν ἀποτμηθείς, τὸ λοιπὸν αὐτοῦ σῶμα ἐν τῇ τοῦ βοὸς λεγομένῃ ἀγορᾷ πυρὶ παρεδόθη. Μετὰ δὲ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λʹ, ὃν Σέργιος ἔστεψεν ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ ἅμα αὐτῷ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία Αὐγούστα τοῖς στεφάνοις τοῦ γάμου, ὁμοῦ αὐτοκράτορες καὶ νυμφίοι ἀναδειχθέντες. ἐφ' οὗ καὶ Χοσρόης ὁ Πέρσης ἐπόρθησε τὰ Ἱεροσόλυμα, καὶ τοὺς σεβασμίους τόπους ἐνέπρησε, καὶ πλῆθος λαῶν ᾐχμαλώτευσεν σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις ξύλοις, καὶ εἰς Περσίδα ἀνήγαγε. τοῦ δὲ Χοσρόου μετὰ χρόνους ἀναιρεθέντος πάλιν ἡ αἰχμαλωσία ἀνεκλήθη καὶ ὁ ζωοποιὸς σταυρὸς τοῖς ἰδίοις τόποις ἀποκατέστη. οὗτος οὖν ὕστερον ὑπ' Ἀθανασίου 47 πατριάρχου τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κωνσταντινουπόλεως τοῦ Σύρου ἀπατηθεὶς εἰς τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἐξεκυλίσθη, καὶ δὴ νόσῳ ὑδερικῇ περιπεσὼν καὶ δεινῶς τιμωρηθεὶς τέθνηκεν. Μετὰ δὲ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτος αʹ, ὃς φαρμάκῳ ὑπὸ τῆς ἰδίας μητρυιᾶς Μαρτίνης ἀναιρεῖται. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἡρακλωνᾶς ἅμα Μαρτίνῃ μητρὶ αὐτοῦ μῆνας δʹ, ὃν ἡ σύγκλητος ἀπώσατο ῥινοκοπήσασα αὐτὸν τήν τε Μαρτῖναν γλωσσοτομήσασα καὶ ἀμφοτέρους ἐξορίσασα. Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας υἱὸς Κωνσταντίνου, ἔκγονος δὲ Ἡρακλείου, ἔτη κζʹ, ὃς Μαρτῖνον τὸν ἁγιώτατον πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει διὰ τὸ ἐλέγχεσθαι ὑπ' αὐτοῦ τὸ μονοθέλητον αὐτοῦ δόγμα ἐξώρισεν ἐν Χερσῶνι, καὶ Μαξίμου τοῦ ὁμολογητοῦ τὴν γλῶτταν καὶ τὴν δεξιὰν ἀπέτεμε χεῖρα, καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ δημεύσεσι καὶ ἐξορίαις κατεδίκασε διὰ τὴν αὐτὴν αἰτίαν. εἶτα καταλιπὼν τὴν