1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

15

Οὐ μικρὸν ἄρα ἡ συνδιατριβὴ ἡ μετὰ τῶν τοιούτων· οὐχ ἁπλῶς δὲ τὸ κοινωνεῖν πορείας· τάχα καὶ τοῦτο ὠφελεῖ· ἀνάγκη γὰρ πολλὰ μαθεῖν καὶ ἐκ τούτου· οὐκ εἶπε γὰρ, ὁ συνὼν, ἢ ὁ συγγινόμενος ἐπὶ πλεῖστον, ἀλλὰ καὶ ὁ μόνης βαδίσεως κοινωνήσας μεγάλα καρπώσεται, φησίν· εἰ γὰρ στολισμὸς ἀνδρὸς, καὶ γέλως ὀδόντων ἀναγγέλλει τὰ περὶ αὐτοῦ, πολλῷ μᾶλλον βάδισις μικρὰ, καὶ ὥστε συνεχῶς τοῦτο γίνεσθαι· ἐπὶ δὲ τῶν ἀγνωμόνων τοὐναντίον. Ἁμαρτάνοντας καταδιώξεται κακά. [ιβιδ.] Τὸ καταδιώξεται, τὸ ταχὺ τῆς ἀντιδόσεως παρίστησιν, ὡς μηδὲ ἀναβάλλεσθαι· κακὰ δὲ, τὰ κακωτικὰ, ἃ ὡς βραδύτερα καταδιώκει τοὺς ἁμαρτάνοντας· τὰ δὲ ἀγαθὰ ὡς ταχύτερα καταλήψεται τοὺς δικαίους· Ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν. [ξοδ. φ. 62 α.] Τὸ κληρονομήσει, οὐ τοῦτό φησι, τὸ παῖδας κληρονομεῖν· τοῦτο γὰρ ἔσχατον ἀρὰ, ἀλλὰ τοὐναντίον ὅτι παραπέμψει τὸν πλοῦτον τοῖς ἐξ αὐτοῦ, καὶ καταλείψει πρὸς διαδοχήν· ὁ δὲ τῶν ἀσεβῶν οὐχὶ τοῖς τέκνοις, ἀλλὰ τοῖς δυναμένοις χρῆσθαι καλῶς παραπέμπεται· ἢ οὕτως· ὁ νοῦς πατὴρ, ἀγαθοὺς γεννῶν λογισμούς· οὗτοι δὲ πραγμάτων ὁμοίων γεννητικοί. Ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. [ιβιδ.] Τοῦτο πρὸς τοὺς φιλοτέκνους εἶναι δοκοῦντας, οὐκ ὄντας δέ· ὥστε οὐ τὸ μὴ φείδεσθαι, ἀλλὰ τὸ φείδεσθαι μισεῖν ἐστιν· οὐ τὸ τυχὸν γὰρ κτῆμα τὰ παιδία, ὧν καὶ τῆς σωτηρίας ἐσμὲν ὑπεύθυνοι· μὴ τέκνα· ψιλὸς γὰρ λόγος οὐκ ἐπιτίμησις· οὐχὶ ὁ Ἡλεὶ χαλεπωτάτην δέδωκε δίκην ταύτης ἕνεκεν τῆς προφάσεως; Ὁ δὲ ἀγαπῶν, ἐπιμελῶς παιδεύει. Οὐχ ἁπλῶς, ἀλλ' ἐπιμελῶς· ἐπειδὴ γὰρ ἡ φύσις κελεύει φείδεσθαι, τὸ ἄμετρον ἀναιρεῖ· οὐ γὰρ διὰ τοῦτο ἐντέθεικέ σοι τὴν φιλοστοργίαν, ἵνα βλάπτῃς τοὺς φιλουμένους, ἀλλ' ἵνα αὐτῶν φροντίζῃς· περίελε τοίνυν τὸ φίλτρον τὸ ἄκαιρον. «∆ίκαιος ἐσθίων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ. [ξοδ. φ. 62 β.] Καὶ μὲν οἱ προφῆταί φασιν· Ἐφύτευσας αὐτοὺς, καὶ ἐρριζώ 64.700 θησαν, ἀλλ' οὐ διαπαντὸς οὐδὲ διηνεκῶς· πολλὴ γὰρ τῶν ἀσεβῶν ἡ κατάπτωσις. Πῶς δὲ οὐ πάντες κολάζονται, οὐδὲ πάντες τιμῶνται; ἵνα δι' ἑαυτὴν ᾖ ἡ ἀρετή· ἢ ὁ λόγοις τρεφόμενος θείοις, ἐμπιπλᾶται ὧν οἱ ἀσεβεῖς ἐν ἐνδείᾳ.

ΚΕΦΑΛ. Ι∆ʹ.

Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους. [ξοδ. φ. 62 β.] Ἡ Ἐκκλησία διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τοῦ Χριστοῦ ἀνῳκοδόμησεν ἑαυτῇ οἶκον, τουτέστιν, ἀνήγειρε καὶ ἀνώρθωσε τῇ διδαχῇ καὶ πίστει τοὺς προσιόντας αὐτῇ. Ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς· ὅπερ ἐστὶν, ἡ αἵρεσις παραίτιος ἑαυτῇ θανάτου αἰωνίου γεγενημένη. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Οὐχὶ ὁ φόβος ἁπλῶς ποιεῖ μόνον τὸ ὀρθῶς πορεύεσθαι, ἀλλὰ καὶ τὸ φοβεῖσθαι τὸν Θεόν· ὡς γὰρ ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, οὕτως ὁ εὐσεβὴς φοβεῖται· ὥστε καὶ κατὰ τοῦτο ὁ ἐνάρετος βίος, καλός· ὅτι καὶ ὁ φόβος προστιθέμενος εὐλαβεστέρους ποιεῖ. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως. [ιβιδ.] Καὶ μὴν σὺ πρὸ τούτου ἔλεγες· Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον· πῶς ἐνταῦθα τὸ αὐτὸ δίδως τῷ ἀνοήτῳ; οὐκ ἴσως, φησί· καὶ γὰρ καὶ τοῦτο βακτηρία· ἀλλὰ τοῦτο μὲν, ὕβρεως· ἐκεῖνο δὲ, ἐπιεικείας· τὸ μὲν, ποιεῖ τὴν ὕβριν· τὸ δὲ, διορθοῖ· οὕτως εἰσὶν ἐπαχθεῖς, ὡς αὐτοὶ οἱ πλήττοντες· ἔνεστι μὲν γὰρ καὶ ὑβρίσαι καὶ ἐλέγξαι, ἀλλὰ μετὰ σοφίας· τὸ δὲ μετὰ ταύτης γινόμενον, οὔτε ἀηδὲς, οὔτε φορτικὸν, οὔτε βαρύ· κἂν μὲν ἐπαινῇ ὁ ἀνόητος, ὕβρεως χεῖρον· κἂν ὑβρίζῃ ὁ συνετὸς, ἐπαίνων ἴσον· τοῦτο καί τις σοφός φησι· Κἂν ἐπαινῶν μεγάλῃ τῇ φωνῇ τοῦτο ποιῇ, ὡς