1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

15

τοῦτον διεξελέγξαι πάλιν, οὐχ ἵνα ἀπολογίας αὐτοὺς ἀποστερήσωμεν, ἀλλ' ἵνα πείσωμεν τὴν οὐκ οὖσαν, οὐδὲ ὠφελοῦσαν ἀπολογίαν ἀποθέσθαι, τὴν δὲ οὖσαν καὶ προστῆναι δυναμένην ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ, ταύτην διὰ τῶν ἔργων μελετᾷν διηνεκῶς. Τίς οὖν ἐστιν ἡ ψυχρὰ καὶ ἀνόνητος τῶν πολλῶν ἀπολογία; Παιδοτροφίᾳ συζῶ, φησὶν, οἰκίας προΐσταμαι, γυναῖκα τρέφω, πολλὰς ἔχω δαπάνης ἀνάγκας· ὅθεν οὐκ εὐπορῶ τοὺς προσιόντας μοι ἐλεεῖν. Τί λέγεις; Παιδία τρέφεις, καὶ διὰ τοῦτο τοὺς προσιόντας οὐκ ἐλεεῖς; ∆ι' αὐτὰ μὲν οὖν ταῦτα τοὺς δεομένους ἐλεεῖν δεῖ, διὰ τὰ παιδία, καὶ τὴν αὐτῶν προστασίαν, ἵνα ἀπὸ ὀλίγων χρημάτων ἵλεω τὸν δόντα αὐτὰ Θεὸν ποιήσῃς, ἵνα καταλίπῃς αὐτοῖς προστάτην ἐκεῖνον καὶ μετὰ τὸν σὸν θάνατον, ἵνα πολλὴν αὐτοῖς ἄνωθεν εὔνοιαν ἐπισπάσῃ ἀπὸ τῶν ἐκείνων χρημάτων τῷ Θεῷ δαπανῶν. Οὐχ ὁρᾷς, ὅτι πολλοὶ ἀνθρώπους πλουτοῦντας καὶ ἐν δυναστείαις ὄντας, οὐδαμόθεν αὐτοῖς προσήκοντας, εἰς τὰς διαθήκας πολλάκις εἰσήγαγον τὰς ἑαυτῶν, καὶ τοῖς ἑαυτῶν παισὶ συγκληρονόμους ἐποίησαν, δι' ἄλλο μὲν οὐδὲν, ἵνα δὲ ἀσφάλειαν τοῖς ἑαυτῶν κτήσωνται παισὶν ἀπὸ ὀλίγων χρημάτων; καὶ ταῦτα, οὐκ εἰδότες πῶς διακείσονται μετὰ τὴν αὐτῶν τελευτὴν περὶ τοὺς αὐτῶν παῖδας οἱ τοῦ κλήρου γενόμενοι κοινωνοί; Σὺ δὲ εἰδὼς τὸ φιλάνθρωπον καὶ χρηστὸν καὶ ἐπιεικὲς τοῦ σοῦ ∆εσπό 51.290 του, οὐ ποιήσεις αὐτὸν κοινωνὸν τῆς διαθήκης τῆς σῆς; οὐ ποιήσεις αὐτὸν συγκληρονόμον τῶν παίδων τῶν σῶν; καὶ ποῦ ταῦτα πατρὸς, εἰπέ μοι, παῖδας φιλοῦντος; Εἰ γὰρ κήδῃ τῶν τεχθέντων παίδων, κατάλειπε γραμματεῖον αὐτοῖς, ἐν ᾧ τὸν Θεὸν ἔχεις ὑπεύθυνον. Τοῦτο μεγίστη κληρονομία, τοῦτο κόσμος, τοῦτο ἀσφάλεια. Εἰσάγαγε αὐτὸν εἰς τὴν κληρονομίαν τὴν ἐνταῦθα, ἵνα σε μετὰ τῶν παίδων εἰς τὴν κληρονομίαν ἀντεισαγάγῃ τὴν ἐκεῖ. Οὗτος ὁ κληρονόμος γενναῖος, φιλάνθρωπος, χρηστὸς, δυνατὸς, πλούσιος· ὥστε κατ' οὐδὲν ἔστιν ὑποπτεῦσαι τὴν κοινωνίαν αὐτοῦ. ∆ιὰ τοῦτο καὶ σπόρος ἡ ἐλεημοσύνη καλεῖται, ἐπειδὴ οὐκ ἔστι δαπάνη τὸ πρᾶγμα, ἀλλὰ πρόσοδος· σὺ δὲ, ὅταν μὲν σπείρειν δέῃ, οὐ προσέχεις, ὅτι κενοῖς τὰ ταμιεῖα τῶν παλαιῶν γεννημάτων, ἀλλὰ προσέχεις τῷ μηδέπω παρόντι τῶν γεννημάτων ἀμητῷ· καὶ ταῦτα, οὐκ εἰδὼς, ὅτι πάντως ἐκβήσεται. Καὶ γὰρ καὶ ἐρυσίβη, καὶ χάλαζα, καὶ ἀκρὶς, καὶ ἀέρων ἀνωμαλία, καὶ πολλὰ τῆς ἐλπίδος ἡμᾶς ἀντικρούει τῆς μελλούσης· εἰς δὲ τὸν οὐρανὸν μέλλων σπείρειν, ὅπου πᾶσα μὲν ἀνωμαλία ἀέρων ἐκβέβληται, πάσης δὲ λύπης καὶ ἐπιβουλῆς ἀνῄρηται πρόφασις, ὀκνεῖς καὶ ἀναδύῃ; Καὶ ποίαν εὑρήσεις συγγνώμην, ὅταν εἰς μὲν τὴν γῆν καταβάλλων θαῤῥῇς, καὶ μετὰ προθυμίας τοῦτο ποιῇς, εἰς δὲ τὴν χεῖρα τοῦ Θεοῦ μέλλων καταβάλλειν, ὀκνεῖς καὶ ἀμελεῖς; Εἰ γὰρ ἡ γῆ τὰ καταβληθέντα ἀποδίδωσι, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ χεὶρ, ἅπερ ἂν δέξηται, μετὰ πάσης ἀποδώσει σοι τῆς περιουσίας. ιʹ. Ταῦτ' οὖν εἰδότες, μὴ τῇ δαπάνῃ προσέχωμεν, ὅταν ἐλεημοσύνην ποιῶμεν, ἀλλὰ τῇ προσόδῳ καὶ ταῖς μελλούσαις ἐλπίσι, καὶ τῷ παρόντι δὲ κέρδει· οὐ γὰρ βασιλείαν οὐρανῶν ἐλεημοσύνη προξενεῖ μόνον, ἀλλὰ καὶ τὴν κατὰ τὸν παρόντα βίον ἀσφάλειάν τε καὶ ἀφθονίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ ταῦτα δοῦναι κύριος. Ὁ γὰρ τὰ αὐτοῦ πένησι, φησὶ, δοὺς, ἑκατονταπλασίονα λήψεται ἐν τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Ὁρᾷς ἐν ἑκατέρᾳ τῇ ζωῇ τὰς ἀμοιβὰς διδομένας μετὰ πολλῆς τῆς περιουσίας; Μὴ τοίνυν ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα, ἀλλὰ καθ' ἑκάστην ἡμέραν τὸν τῆς ἐλεημοσύνης καρπὸν φέρωμεν, ἵνα καὶ τὰ παρόντα ἡμῖν πράγματα κατὰ ῥοῦν φέρηται, καὶ τῆς μελλούσης ἐπιτύχωμεν ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.