1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

16

θνητοῖσιν ἀγείρει. Κρείσσων γὰρ πενίη πινυτὴ πλούτοιο κακίστου. Οὐ φράξω πηγὴν, ποταμὸν μέγαν ἐντὸς ἔχουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου· Ἔρνος τε προχοῇσιν ἀειζώοισιν ἀέξοι. Τοῦτο δέ σοι παρ' ἐμεῖο μέλος πεμπτήριον ἔστω. Χριστὸν ἔχοις ἐπέων ἡγήτορα, καὶ βιότοιο Σῶν λόγον, ὃς μύθων προφερέστατός ἐστιν ἁπάντων. 1541 Μὴ σύ γ' ἑταιρίσσαιο κακὸν καὶ φαῦλον ἑταῖρον· Λοιμὸς καὶ κρατεροῖσιν ἐνιχρίμπτει μελέεσσιν· Οὔτ' ἀρετὴν ὀπάσεις, καὶ αἴσχεος ἀντιβολήσεις. Σωφροσύνην συνέριθον ἔχοις, καὶ τέρπεο μούνῃ· Μὴ πόθος ἐκκρούσειε πόθον τὸν ἄριστον ἀλιτρός· Ἓν, μύθοιο, νόμιζε, σοφὸν τρόπον ἔμμεν' ἀρείω. Εἰ δὲ σύ γε πλήσαις ἱερὴν φρένα τῶν περ ἔολπας, Αὖτις ἴοις, πομπὸς δέ σ' ἄγοι περίφαντον ἅπασι, Πομπὸς δ' ὅσπερ ἰόντι συνέμπορος ἦεν ὁδοῖο. Μισθὸς δ' αὖ τοκέεσσι χάρις, καὶ οὔνομ' ἄριστον. Ταῦτά γέ σοι παρ' ἐμεῖο, τέκος φίλον· εἰ δὲ Γαδείρων Πρόσθε περᾷν ἐθέλοις, καὶ τῇ Θεὸς ἡγεμονεύοι. 1542 Οὐδὲν ἄπιστον ἐόντα σοφὸν, καὶ βένθεα μύθων Αἰὲν ἀνιχνεύοντα ὑφ' ἡγεμόνεσσιν ἀρίστοις Τοίοις, ὅντιν' ἔλεξας ἀφ' αἵματος ἡμετέροιο, Ὦ τέκος, ἀκροτάτοιο καλοῦ πρὸς τέλσον ἱκέσθαι.

ςʹ. Παραινετικὸν πρὸς Ὀλυμπιάδα.

Τέκνον ἐμὸν, τὸ δέ τοι πεμπτήριον ἐσθλὸν ὀπάζω Γρηγόριος· πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη. Οὐ χρυσὸς λιθάκεσσι μεμιγμένος, εὐγενέεσσι Κόσμος θηλυτέρῃσιν, Ὀλυμπιὰς, οὐδὲ μὲν εἶδος Χρώμασι φαρμάσσειν βασιλήϊον, αἴσχεϊ τερπνῷ, Εἶδος ἐπ' εἶδος ἄγουσαν ὀλοίϊον. Εἵματα δ' ἄλλαις 1543 Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα, Αἷς οὐδὲν βιότοιο διαυγέος εὖχος ἔπεστι. Σοὶ δὲ σαοφροσύνη τε μέλοι, καὶ κάλλος ἀγητὸν Ὄμμασι κευθομένοισιν. Ὁδὲ τρόπος, ἄνθος ἄριστον, Ἔμπεδον, ἀστυφέλικτον, ἀοίδιμον εὖχος ἐχούσῃ. Ἅζεο μὲν πρώτιστα Θεὸν, μετέπειτα δ' ἀκοίτην, Ὀφθαλμὸν βιότοιο, τεῆς σημάντορα βουλῆς, Τὸν μοῦνον φιλέειν, μούνῳ δέ τε θυμὸν ἰαίνειν· Καὶ πλέον, ἤν σε πόθοισί τε λειοτέροις ἀγαπάζῃ, Φίλτρον ἔχων ἀκέαστον, ὁμοφροσύνης ὑπὸ δεσμοῖς. Θάρσος ἔχειν μὴ τόσσον, ὅσον πόθος ἀνδρὸς ὀπάζει, Ἀλλ' ὅσον ἐστὶν ἐοικὸς, ἐπεὶ κόρος ἐστὶν ἁπάντων. Πάντων μὲν κόρος ἐστί· πόθος δ' ἀκόρητος ἀρείων. Μή ποτε θῆλυς ἐοῦσα, ἐς ἀνέρος ὄγκον ἐπείγου. 1544 Μηδὲ γένος προφέρειν, μήθ' εἵμασιν ὀφρὺν ἀείρειν, Μὴ σοφίην· σοφίη δὲ γάμου θεσμοῖς ὑποείκειν. Πάντα γὰρ ἀμφοτέροισι βίου ξυνώσατο δεσμός. Εἴκειν μὲν βρομέοντι, πονειομένῳ δ' ἐπαρήγειν, Μύθοισιν μαλακοῖσι, παραιφασίῃσί τ' ἀρίσταις· Οὐδὲ λεοντοκόμος θηρὸς μένος εὔνασεν ἀλκῇ, Ἄσθμασι βρυχαλέοισι χολούμενον, ἀλλὰ δαμάζει Χερσὶ καταψήχων, καὶ αἰμυλίοισι λόγοισι. Μή ποτε ἢ θωήν τιν' ὀνειδίσειας ἀκοίτῃ, Καὶ μάλα χωομένη περ, ἐπεὶ πλέον αὐτὸς ὄνειαρ, Μηδὲ τέλος βουλῆς ἀντίξοον· οὐ γὰρ ἐοικός. ∆αίμων πολλάκι τέρμα φέρει συμφράδμονι βουλῇ Μηδὲ μὲν ἀδρανίην· ἦ γὰρ κρατέοντι μάχαιρα. Μηδὲ μὲν αἰνήσειας, ὃν οὐ φίλον ἀνέρι σεῖο, 1545 Παρβλήδην ἐπέεσσι καθαπτομένη δολίοισι. Καὶ δ' ἄλλως ἐπέοικεν ἁπλοῦς τρόπος εὐγενέεσσιν Ἀνδράσιν ἠδὲ γυναιξὶ, μάλιστα δὲ θηλυτέρῃσι. Ξυνὰς δ' εὐφροσύνας καὶ ἄλγεα πάντα τίθεσθαι, Ξυνὰς δ' αὖ μελεδῶνας, ἐπεὶ τόδε οἶκον ἀέξει. Μῆτις μὲν καὶ σεῖο, τὸ δὲ κράτος ἀνέρος ἔστω Ἀχνυμένῳ βαιόν τι συνάχθεο· καὶ τόδε τερπνὸν Φάρμακον ἄλγεός ἐστι, φίλων ἄχος. Ὦκα δ' ἔπειτα Αἴθριον εἶδος ἔχουσα, λύειν μελεδήματα θυμοῦ. Ἀνδρὶ γὰρ ἀσχαλόωντι λιμὴν εὔορμος ἄκοιτις. Κερκίς σοί γε μέλοι, καὶ εἰρία, καὶ μελεδῶναι Θείοις ἐν λογίοισι· τὰ δ' ἔκτοθι ἀνδρὶ μέλοιτο. Μὴ πολὺν ἐκ προθύρων πέμπειν πόδα, μηδ' ἐπὶ τέρψιν 1546 Πάνδημον, καὶ ἄκοσμον ὁμήγυριν· ἡ γὰρ ἔρευθος Αἱρεῖ κ' αἰδομένῃσι, τὰ δ' ὄμματα ὄμμασι μίσγει· Αἰδὼς δ' οἰχομένη, πάντων γενέτειρα κακίστων. Ἐς δ' ἀγαθὰς κέλομαί σε φέρειν πόδα σὺν πινυτῇσιν, Ὥς τινα καὶ λόγον ἐσθλὸν ἐνὶ φρεσὶ σεῖο χαράξῃς, Ἢ κακίης ὀλετῆρα τεῆς, ἢ δεσμὸν ἀρίστων. Οἶκός σοι, πόλις ἐστὶ, καὶ ἄλσεα. Μὴ ὁράασθαι