16
Κωνσταντινούπολιν διὰ τὸ μισηθῆναι ὑπὸ τῶν Βυζαντίων σφοδρῶς μετέστη ἐν Συρακούσαις τῆς Σικελίας, ἔνθα ἐν βαλανείῳ σμηχόμενος μετὰ κάδου παρὰ Ἀνδρέου τινὸς κατὰ κορυφῆς λαβὼν ἐτεθνήκει. Μετὰ δὲ Κώνσταν ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη ιζʹ, ὃς καὶ Γερμανὸν τὸν γενόμενον πατριάρχην εὐνούχισεν, 48 ἀνελὼν τὸν αὐτοῦ πατέρα. ἐκλήθη δὲ Πωγωνάτος διὰ τὸ ἀγένειον ἀπελθεῖν εἰς Σικελίαν ἐπὶ τὴν τοῦ πατρὸς ἐκδίκησιν καὶ ἐπανελθεῖν μετὰ πώγωνος. τοὺς δὲ δύο ἀδελφοὺς αὐτοῦ Ἡράκλειον καὶ Τιβέριον ἐρινοτόμησεν ὡς ὑπὸ τοῦ λαοῦ ἀναγορευομένους, αὐτοῦ τοῦτο μὴ θέλοντος. ἔστεψε δὲ Ἰουστινιανὸν υἱὸν αὐτοῦ συμβασιλεύειν αὐτῷ. ἐν δὲ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας σύνοδον οἰκουμενικὴν ἐν Κωνσταντινουπόλει συνήθροισε τῶν ροʹ ἁγίων πατέρων κατὰ Θεοδώρου τῆς Φαρὰν ἐπισκόπου, Ὁνωρίου Ῥώμης καὶ Κύρου Ἀλεξανδρείας, Σεργίου τε καὶ Πύρρου καὶ Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως γεγονότων ἐπισκόπων καὶ καθ' ἑτέρων λεγόντων ἓν θέλημα καὶ μίαν ἐνέργειαν κατὰ τοῦ σωτῆρος ἡμῶν Χριστοῦ, καὶ ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ ἤγουν θελήσεις καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐπιδείκνυσθαι. ὁ δὲ βασιλεὺς δυσεντερίᾳ ληφθεὶς ἀπεβίω. Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν Ἰουστινιανὸς υἱὸς αὐτοῦ ἔτη ιʹ, ὃς τὸν Ἰουστινιανοῦ λεγόμενον τρίκλινον ἐν τῷ παλατίῳ ἔκτισεν. ὕστερον δὲ ὑπὸ Λεοντίου ῥινοτμηθεὶς ἐξωρίσθη ἐν Χερσῶνι. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Λεόντιος ἔτη γʹ, ὃς τὸν πατρίκιον Ἰωάννην μετὰ Ῥωμαϊκοῦ στόλου κατὰ τῶν Ἀγαρηνῶνἐκπέμπει ἐν Ἀφρικῇ· ὃς τοὺς ἐχθροὺς τροπωσάμενος καὶ τὴν Ἀφρικὴν ἐλευθερώσας εἰς βασιλέα ἐπορεύετο. ἀλλ' ὁ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων εἰς βουλὴν πονηρὰν ἐκτραπείς, καὶ τὸν 49 πατρίκιον Ἰωάννην φονεύσας, καὶ τὸν βασιλέα ἀναθεματίσας, Ἀψίμαρον δρουγγάριον τῶν Κιβυρραιωτῶν βασιλέα ἀνηγόρευσαν, Τιβέριον αὐτὸν μετονομάσαντες, ὃς διὰ τῆς τῶν Βλαχερνῶν πόρτης προδοσίας γενομένης ἐν τῇ πόλει εἰσελθὼν καὶ τὸν Λεόντιον χειρωσάμενος καὶ ῥινοκοπήσας ἐν τῇ μονῇ τῶν ∆αλμάτων περιώρισεν. Μετὰ δὲ Λεόντιον ἐβασίλευσεν Ἀψίμαρος ὁ καὶ Τιβέριος ἔτη ζʹ. ὁ δὲ Ἰουστινιανὸς ὁ παρὰ Λεοντίου ῥινοκοπηθεὶς ἐκ Χερσῶνος λάθρα τινὰς ἀναλαβόμενος ἀπέπλευσεν ἐπὶ τὸ στόμιον τοῦ Ἴστρου, καὶ διασωθεὶς ἀπέστειλε πρὸς Τέρβελον τὸν Βούλγαρον δοῦναί οἱ συμμαχίαν τοῦ κρατῆσαι τῆς προγονικῆς βασιλείας. ὁ δὲ οὐ μόνον συμμαχίαν ἀλλὰ καὶ ἑαυτὸν ἐπιδέδωκε, σὺν αὐτῷ ἐπὶ τὴν βασιλεύουσαν παραγενόμενος. εἰσῆλθεν οὖν Ἰουστινιανὸς σὺν ὀλίγοις ὁμοφύλοις διὰ τοῦ ἀγωγοῦ προδοσίᾳ τινῶν ἐκ τῆς πόλεως, καὶ ἐξῆλθεν εἰς τὴν ἁγίαν Ἄνναν τὴν λεγομένην δι' αὐτὸν δευτέραν, καὶ κατεσκήνωσεν ἐν τοῖς παλατίοις τῶν Βλαχερνῶν· ὅπερ μαθὼν ὁ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φεύγει,λαβὼν μεθ' ἑαυτοῦ πολλὰ χρήματα. ὁ οὖν Ἰουστινιανὸς τόν τε Λεόντιον καὶ Ἀψίμαρον τὸν μὲν τῆς βασιλείας τὸν δὲ τῆς φυλακῆς ἐξαγαγών, καὶ ἀμφοτέρους τοῖς ποσὶν αὑτοῦ ὑποθείς, ἐν τῷ Ἱπποδρομίῳ κεφαλικῶς αὐτοὺς ἐτιμωρήσατο. Μετὰ δὲ Ἀψίμαρον ἐβασίλευσε πάλιν Ἰουστινιανὸς ἔτη ζʹ, δῶρα πολλὰ τῷ Τέρβελι δοὺς καὶ χώραν Ῥωμαϊκὴν τὴν λεγομέ 50 νην νῦν Ζαγόρια. Ἡράκλειον δὲ ἀδελφὸν αὐτοῦ καὶ τοὺς συνασπιζομένους αὐτῷ ἀνεσκολόπισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν Ῥώμῃ ἐξώρισεν· ἀνθ' οὗ προεβάλετο Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδος ὄντα ὡς προαγορεύσαντα αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν. Χερσωνίταις δὲ μνησικακῶν ἀπὸ τῆς ἐξορίας στόλον ἐξώπλισεν κατ' αὐτῶν, καὶ ἀπέστειλε τῷ πατρικίῳ Μαύρῳ τοῦτον ἐγχειρισάμενος. οἱ δὲ τὸν μὲν Ἰουστινιανὸν καθύβρισαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον ὄντα ὑπὸ Ἀψιμάρου Φιλιππικόν, υἱὸν Νικηφόρου πατρικίου, βασιλέα θᾶττον ἀνηγόρευσαν. ὅπερ γνοὺς ὁ τύραννος Ἰουστινιανός, καὶ ἐπὶ πλεῖον θυμωθεὶς καὶ φοβηθείς, ἀνῆλθε μέχρι Σινώπης ἀκριβέστερον περὶ τούτου μαθησόμενος. τοῦ δὲ Φιλιππικοῦ σὺν στόλῳ καταλαβόντος Ἰουστινιανὸς πρὸς τὸν ∆ημήτριον ἀπέδρα, καταλειφθεὶς ὑπὸ πάντων·