1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

16

ΠΑΛΙΝ ΕΙΣ ΤΗΝ ΑΥΤΗΝ ΡΗΣΙΝ

"Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύτης ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ αὐτῇ ταύτῃ πάλιν ἐνδιατρίψαι σπουδάζομεν· ποιοῦμεν δὲ τοῦτο ἐπίτηδες πρὸς ὠφέλειαν τῆς ὑμετέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα καὶ πολύνουν ἐμαυτὸν ἀποφήνω, ἀλλ' ἵνα καὶ τὴν Παύλου σοφίαν ὑμῖν ἐκκα 51.290 λύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου συνέσεως φαίνεται μειζόνως, ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν τίκτῃ ποταμοὺς νοημάτων· ὑμεῖς τε μαθόντες, ὅτι καὶ ἀπὸ μιᾶς λέξεως ἀποστολικῆς ἄφατον ἔστι καρπώσασθαι φιλοσοφίας πλοῦτον, οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς ἁπλῶς, ἀλλὰ προαχθήσεσθε, ταῖς ἐλπίσι ταύταις τρεφόμενοι, τῶν ἐγκειμένων ῥήσεων ἑκάστην μετὰ πολλῆς περιεργάζεσθαι 51.291 τῆς σπουδῆς. Εἰ γὰρ μία λέξις τριῶν ἡμερῶν διάλεξιν ἡμῖν ἔτεκε, πόσον ἡμῖν ἀναβλύσει θησαυρὸν ὁλόκληρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοίνυν ἀποκάμωμεν, ἕως ἂν τὸ πᾶν ἀποτρυγήσωμεν. Εἰ γὰρ οἱ μέταλλα διορύττοντες χρυσίου, ὅσον ἂν ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν, οὐκ αἰσθητὸν, ἀλλὰ πνευματικόν· οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα. Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύλου τοῦ Πνεύματός εἰσι μέταλλα καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς τιμιώτερον ἡμῖν παρέχουσι πλοῦτον· πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ' ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ' ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦλος ἐγένετο, πεντακόσια λοιπὸν ἔτη παρῆλθε· καὶ τοῦτον ἅπαντα τὸν χρόνον πολλοὶ μὲν συγγραφεῖς, πολλοὶ δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον οὐκ ἐκένωσαν πλοῦτον. Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται τῇ τῶν ὀρυττόντων πολυχειρίᾳ, ἀλλ' αὔξεται καὶ πλεονάζει. Καὶ τί λέγω τοὺς ἔμπροσθεν; Πόσοι μεθ' ἡμᾶς ἐροῦσι καὶ μετ' ἐκείνους ἕτεροι πάλιν, καὶ οὐ παύσεται πηγάζων ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει ταύτῃ τὰ μέταλλα; πνευματικὰ γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα. βʹ. Τότε μὲν οὖν ἐζητοῦμεν, τίνος ἕνεκεν εἴρηκε, Πνεῦμα πίστεως τὸ αὐτό· καὶ μίαν αἰτίαν τέως εἰρήκαμεν· αὕτη δὲ ἦν, τὸ δεῖξαι σύμφωνον τῇ Καινῇ τὴν Παλαιὰν οὖσαν. Ὅταν γὰρ φαίνηται τὸ Πνεῦμα τῆς πίστεως τὸ αὐτὸ καὶ τὴν τοῦ ∆αυῒδ κινῆσαν γλῶτταν τὴν λέγουσαν, Ἐπίστευσα, διὸ ἐλάλησα, καὶ εἰς τὴν τοῦ Παύλου ψυχὴν ἐνεργοῦν, εὔδηλον ὅτι πολλὴ συγγένεια προφητῶν καὶ ἀποστόλων, καὶ ἀνάγκη πολλὴν Παλαιᾶς καὶ Καινῆς εἶναι τὴν συμφωνίαν. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ ἀνακινοῦντες ἐνοχλῶμεν ὑμῖν, φέρε, καὶ τὴν ἑτέραν αἰτίαν εἴπωμεν, δι' ἣν εἴρηκε, Τὸ αὐτό· καὶ γὰρ καὶ τότε ὑμῖν ὑπεσχόμεθα ἑτέραν αἰτίαν ἐρεῖν τῆς ῥήσεως ταύτης. Ἀλλὰ διανάστητε· βαθὺ γὰρ τὸ νόημα τοῦτό ἐστιν, ὃ μέλλω λέγειν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ