1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

17

ὃν αὐτίκα Φιλιππικὸς χειρωσάμενος ἀνεῖλεν αἰσχρῶς, καὶ τὴν κεφαλὴν αὐτοῦ τοῖς Σκύθαις ἐξέπεμψεν. ἀναιρεῖ δὲ καὶ Τιβέριον τὸν υἱὸν αὐτοῦ. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἔτη βʹ· ὃν Γεώργιος πατρίκιος, ᾧ ἐπίκλην Βόραφος, καὶ Θεόδωρος πατρίκιος ὁ Μύξης μετὰ ταξεωτῶν αἴφνης ἐκ τῆς Θρᾴκης ἐλθόντες καὶ εἰσπηδήσαντες ἁρπάζουσι καὶ εὐθὺς τυφλοῦσι, καὶ τῇ ἐπαύριον συναχθέντος τοῦ λαοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἔστεψαν Ἀρτέμιον πρωτασηκρήτην. Μετὰ δὲ Φιλιππικὸν ἐβασίλευσεν Ἀρτέμιος ὁ καὶ Ἀναστά 51 σιος ἔτη βʹ, ἐφ' οὗ καὶ Γερμανὸς ἐκ τῆς μητροπόλεως Κυζίκου μετετέθη εἰς Κωνσταντινούπολιν πατριάρχης. ὁ δὲ κατὰ τῶν Ἀγαρηνῶν παρ' αὐτοῦ σταλεὶς στόλος στασιάσας καὶ τὸν βασιλέα ἀνασκάψας καὶ τὸν οἰκεῖον ἄρχοντα ἀνελὼν ἀνήρχετο κατὰ τῆς βασιλίδος πόλεως. ἐλθόντες δὲ ἐν τῷ Ἀτραμύτῳ εὗρον ἐκεῖσε Θεοδόσιον ἐκλήπτορα τῶν δημοσίων φόρων, ἄνδρα δυσσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα· ὃς ἐπὶ τὰς Θρᾳκῷα περάσας μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης εἰσῄει. ὁ δὲ Ἀρτέμιος ἐν Νικαίᾳ φυγών, λόγον τε ἀπαθείας λαβών, τὸ μοναδικὸν περιεβάλετο σχῆμα· ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώρισεν. Λέων δὲ ὁ καὶ Ἴσαυρος καὶ τῶν ἀνατολικῶν στρατηγὸς ὑπερμαχῶν Ἀρτεμίῳ οὐχ ὑπετάγη Θεοδοσίῳ. Μετὰ δὲ Ἀρτέμιον ἐβασίλευσε Θεοδόσιος ὁ Ἀτραμυτηνὸς ἔτη βʹ, ἐφ' οὗ Λέων ὁ Ἴσαυρος ὑπὸ Μαλσάβα τοῦ τῶν Σαρακηνῶν ἀρχηγοῦ συγκρατηθεὶς καὶ παρὰ πάντων εὐφημηθεὶς μετὰ πλείστου στρατοῦ καταλαμβάνει τὴν Χρυσόπολιν. ὁ δὲ Θεοδόσιος λόγον ἀπαθείας παρ' αὐτοῦ λαβὼν παρεχώρησεν αὐτῷ τῆς βασιλείας, κληρικὸς σὺν υἱῷ γενόμενος. τὸν αὐτὸν δέ φασιν οἱ ἱστορικοὶ καὶ χρυσογράφον εἶναι, καὶ γεγονέναι ἐπίσκοπον Ἐφέσου ὑπ' αὐτοῦ. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Λέων ὁ Ἴσαυρος ὁ καὶ Κόνων ἔτη κεʹ, πολλὰ κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος διὰ τὴν 52 τῶν ἁγίων εἰκόνων καθαίρεσιν. ἔστεψε δὲ τὸν υἱὸν αὑτοῦ Κωνσταντῖνον. καὶ νόσῳ δυσεντερίας ὁ παμμίαρος καὶ ἀλάστωρ περιπεσὼν τὴν ψυχὴν αἰσχρῶς ἀπέρρηξεν. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλωτάτη πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ὁ ἐκ ∆ὰν Ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν ἅμα καὶ δυσσέβειαν διαδεξάμενος πλεῖον καὶ μᾶλλον ἐκ θεοῦ καὶ τῆς θεομήτορος καὶ πάντων τῶν ἁγίων διίστατο. ἀλλ' αἰσχρῶς καὶ οὗτος τὴν ψυχὴν ἀπορρήξας θνήσκει ψυχῇ καὶ σώματι, βοῶν ὀδυνηρῶς καὶ λέγων "ζῶν πυρὶ παρεδόθην διὰ τὴν θεοτόκον Μαρίαν. ἀλλ' ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς θεοτόκος ἀληθὴς οὖσα." Μετὰ δὲ Κωνσταντῖνον ἐβασίλευσεν ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Κωνσταντῖνον. ὁ οὖν Λέων λιθομανὴς ὑπάρχων ἠράσθη τοῦ στέμματος Μαυρικίου, καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. ὅθεν ἀπηνθρακώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ, καὶ σφοδροτάτῳ πυρετῷ συνεχόμενος ἐτελεύτησε, τῆς ἱεροσυλίας ἐπίχειρα κομισάμενος. Μετὰ δὲ Λέοντα ἐβασίλευσε Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ιζʹ, ἐφ' οὗ τὸ τῆς εὐσεβείας δόγμα ἔλαβεν ἀρχὴν παρρησιάζεσθαι καὶ ὁ λόγος τοῦ θεοῦ πλατύνεσθαι. μετὰ δὲ τῆς μητρὸς αὐτοῦ Εἰρήνης ἐβασίλευσεν, ἥτις καὶ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς 53 ἀρθὲν στέμμα πάλιν τῇ ἐκκλησίᾳ προσήνεγκεν ἐπικαλλωπίσασα διὰ μαργαριτῶν. ἐφ' ὧν χειροτονεῖται πατριάρχης Ταράσιος ὁ ἀπὸ ἀσηκρητῶν. γέγονε δὲ καὶ ἡ ἑβδόμη σύνοδος τῶν τνʹ ἁγίων πατέρων συνελθόντων ἐν Νικαίᾳ τὸ δεύτερον κατὰ τῆς πρώην ἀθέσμως συναθροισθείσης παρὰ Κωνσταντίνου ἐφ' ὕβρει καὶ καταστροφῇ τῶν ἁγίων εἰκόνων. ἀναθεματίσασα δὲ τοὺς ταύτης ἐξάρχους, τήν τε τῶν σεπτῶν εἰκόνων ἀρχαίαν παραδεδομένην τῇ ἐκκλησίᾳ τιμὴν ἀνανεώσασα, ὥρισε παραπλησίως ταῦτα τῷ σταυρῷ προσκυνεῖσθαι. ὁ δὲ Κωνσταντῖνος κατὰ Ἀράβων ἐξελθὼν καὶ ὑποστρέψας ἐν τῷ παλατίῳ κρατηθεὶς παρὰ τῶν μεγιστάνων τυφλοῦται βουλῇ τῆς αὐτοῦ μητρὸς Εἰρήνης, ἥτις μετὰ ταῦτα ἐκράτησε τῆς βασιλείας ἔτη εʹ. Μετὰ δὲ