1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

17

ἀσφαλεστάτῳ χωρίῳ· οὐ διαγινώσκεται δὲ σοφία ἐν ἄφροσιν, ἐπεὶ οὐ κατοικήσει ἐν σώματι ἁμαρτίας καταχρέῳ. ∆εκτὸς βασιλεῖ ὑπηρέτης νοήμων. Πάλιν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοὺς ἐνάγει, καὶ ἀπάγει ἀργίας· καὶ γὰρ καὶ βασιλεὺς οὐδὲν ἕτερον ζητεῖ, ἀλλ' εὔνοιαν· ἢ ὅτι τυγχάνει ἀποδοχῆς ὁ ὑπηρετῶν μετὰ λογισμοῦ. Τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Κἄν τι παρίδῃ τὴν ἐντεῦθεν ἀτιμίαν, διορθοῦται συνέσει.

ΚΕΦΑΛ. ΙΕʹ.

Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν· λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. [ξοδ. φ. 65 α.] Ἄρα παρ' ἡμῖν τὸ πᾶν, τὸ καὶ ἐγείρειν καὶ κατευνάζειν· οὐκ ἄρα ὁ ὀργιζόμενος Κύριος, ἀλλ' ἡμεῖς, τοῦ ἐκεῖνον ὀργίζεσθαι, ἢ μὴ, παρασκευάζοντες· εἰ δὲ φρονίμους [ὀργὴ] ἀπόλλυσι, πόσῳ μᾶλλον περὶ ὧν εἴρηται, Ἄφρονα ἀναιρεῖ ὀργή; ὃ δὴ συμβαίνει καὶ τὸν φρόνιμον ἐξ ἀπροσεξίας παθεῖν. Ὑποπίπτουσα δὲ [ἀπόκρισις] ἀποστρέφει θυμὸν, ἤγουν ἡ τοῦ ἀποκρινομένου κατάστασις, ταπεινὴ φαινομένη, καὶ τραχὺ μηδὲν ἔχουσα. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ἰᾶται δὲ γλῶσσα μὴ ἁμαρτάνουσα λόγῳ· νόσος γὰρ γλώττης, ἡ δι' αὐτῆς ἁμαρτία· Πνεύματος δὲ τοῦ ἁγίου δηλονότι πλησθήσεται ὁ συντηρῶν ταύτην καὶ μὴ ἁμαρτάνων ἐν γλώσσῃ. Χείλη σοφῶν δέδεται αἰσθήσει· καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. [ξοδ. φ. 66 β.] Ὅρα τούτους μὲν καὶ ἔξωθεν ἀσφαλεῖς ἀπὸ γλώσσης καὶ λελογισμένους, ἐκείνους δὲ, οὐδὲ ἔνδον· ἀπὸ γὰρ καρδίας διέφθαρται. Ἢ ὅτι κινοῦσιν οἱ φαῦλοι εἰς τὸ λέγειν τὴν γλῶτταν, τῆς τῶν λεγομένων ἀναισθητοῦντες δυνάμεως· σοφοὶ δὲ διὰ τὴν αἴσθησιν τὰ χείλη δεσμοῦσιν. Οἱ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. [ιβιδ.] Ἢ τῷ ἐπιτιμᾶσθαι, ἢ τῷ ἔχειν λόγων ἀπόδειξιν· σοφισταῖς γὰρ περιπεσόντες, οὐδὲν λέγειν δυνήσονται· ἢ καὶ τὰς ἐντολὰς ἐλέγχους εἶπεν· αὖται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Ὧ πάντα ἐστὶ δῆλα, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Τοῦτο γὰρ μάλιστα διώρθουν, οἱ τό τε τῇ διανοίᾳ καὶ τοῖς κρύφα γινομένοις ἐπιστῆσαί τινα ὀφθαλμὸν, προνοητικὸν, δικαστὴν, καὶ ἐξεταστὴν φάσκοντες. Οὐ τὴν παντελῆ δὲ νῦν ἀπώλειαν εἶπεν, ἀλλὰ καθ' ἢν λανθάνει τὰ τῶν ἄλλων αἴσθησιν διαφεύγοντα· ἀπώλεια ἥτις ἔστι γείτων τοῦ ᾅδου. [ξοδ. φ. 67 α.] Σοφῶν γὰρ τοῦτό ἐστιν ἴδιον, ἐλέγχειν τοὺς κακῶς πράττοντας· οὐδὲν γὰρ οὕτως δείκνυσι τὸ τῆς σοφίας ἔργον, ὡς τὸ κοινωφελῶς ζῇν. Καρδίας εὐφραινομένης πρόσωπον θάλλει. Τοῦτο τίνος ἕνεκεν εἴρηται; Ἵνα ἐκείνην ποιῶμεν εὐφραίνεσθαι διὰ δικαιοσύνης, καὶ μὴ σῶμα λιπαίνωμεν. Οἱ γὰρ ἐπιθυμοῦντες δικαιοσύνης εὐφραίνουσι τὴν ψυχὴν αὐτῶν· ἢ εὐφραίνεται διὰ τῶν ἀρετῶν, λυπεῖται δὲ διὰ τῶν ἁμαρτιῶν. 64.705 Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, κ. τ. λ. [ιβιδ.] Αἴσθησιν σοφίας, ἵνα γένηται σοφή· κακὰ δὲ ἢ τὰ κακωτικὰ, ἢ τὴν δι' ὑπερβολὴν κακίαν· Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά. Ὥστε κἂν μὴ συμβῇ, κἂν μὴ ἔλθῃ εἰς τέλος, ἀλλ' ὅμως ἡ ἐλπὶς θορυβεῖ, προορῶσι ταραχάς· ἢ ὅτι ἀκόλουθον ταῖς αὐτῶν πράξεσιν ἐνδέχονται τιμωρίαν. Κρείσσων ξενισμὸς μετὰ λαχάνων, κ. τ. λ. [ιβιδ.] Τί φησι, λέγω· ἐπὶ τοῦ φόβου τοῦ Θεοῦ, ἐπὶ τῆς φιλίας τῶν ἀνθρώπων, ἂν αὐτὴ προσῇ, βελτίω τὰ ἐλάττονα, ἢ τὰ πολλά· οὐ γὰρ ἐν τῇ πολυτελείᾳ ἡ ἡδονὴ, ἀλλ' ἐν τῇ ἡδονῇ τὸ πολυτελὲς, ὥς φησιν Ἡσίοδος. Παρορῶν γὰρ ἁμαρτήματα, τὰς ἐπ' αὐτοῖς σβέννυσι κρίσεις. [ξοδ. φ. 67 β.] Ὁ ἀνόητος οὐδὲν ποιεῖ μετὰ λογισμοῦ· ὁ δὲ φρόνιμος κατευθύνει, τουτέστι δείκνυσι τὴν