1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

19

χειροτονεῖται ἀντ' αὐτοῦ πατριάρχης Εὐθύμιος σύγκελλος, ὅν φασιν ἐκ θείας ἀποκαλύψεως τοῦτο δέξασθαι ὡς τοῦ βασιλέως βουλευομένου αἵρεσιν καὶ νόμον θεῖναι τοῦ μέχρι τριῶν μὲν ἀνδρῶν τεσσάρων δὲ γυναικῶν τὸν γάμον γίνεσθαι. στέφει οὖν ὁ βασιλεὺς [Λέοντα] τὸν υἱὸν αὑτοῦ Κωνσταντῖνον. κοιλιακῷ δὲ νοσήματι περιπεσὼν τελευτᾷ προχειρισάμενος Ἀλέξανδρον τὸν αὑτοῦ ἀδελφόν, πολλὰ δεηθεὶς αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Ἀλέξανδρος οὖν ἐβασίλευσεν ἔτος αʹ καὶ ἡμέρας κθʹ σὺν Κωνσταντίνῳ υἱῷ Λέοντος· ὃς ῥομφαίᾳ θεηλάτῳ πληγεὶς αἵματος πολλοῦ ἔκ τε τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκφερομένου μετὰ δύο ἡμέρας κακῶς ἐτελεύτησεν, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ υἱῷ Λέοντος, καὶ ἐπιτρόπους αὐτῷ καταλιπών. Κωνσταντῖνος δὲ ὁ πρῶτος πορφυρογέννητος, τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος Λέοντος παῖς ἔτι τυγχάνων (ἕβδομον γὰρ ἦν αὐτῷ τῆς ἡλικίας ἔτος) ὑπὸ Ἀλέξανδρον θεῖον αὐτοῦ ἐν τῇ 57 βασιλείᾳ καταλέλειπτο, ὑπὸ ἐπιτρόπους τελῶν. ἐβασίλευσεν οὖν σὺν τῇ μητρὶ αὐτοῦ Ζωῇ τῇ Καρβωνοψίνᾳ ἔτη ζʹ, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ, ὢν ἐν ὑποταγῇ, ἔτη κεʹ, μονοκράτωρ ἔτη μʹ, ὡς εἶναι τὰ πάντα τῆς βασιλείας αὐτοῦ ἔτη ξεʹ. ὃς τὴν οἰκείαν μητέρα ὡς ἐπιβουλεύουσαν Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων φωράσας, ταύτην μὲν τοῦ παλατίου καταβιβάζει, Ῥωμανὸν δὲ τὸν Λεκαπηνὸν τὸν καὶ Ἀβάστακτον τῇ τοῦ Καίσαρος ἀξίᾳ τιμᾷ, εἶτα καὶ τῷ τῆς βασιλείας αὐτὸν στέφει διαδήματι· ὃς μετ' οὐ πολὺ τὸν βασιλέα Κωνσταντῖνον διά τινων ἐπιβουλὴν αὐτῷ κατασκευάζοντα μαθὼν καὶ προφάσεως λαβόμενος αὐτὸν μὲν ὑποβιβάζει καὶ δεύτερον καθιστᾷ, ἑαυτὸν δὲ ἄγει εἰς τὸ ἔμπροσθεν, μετὰ ταῦτα δὲ καὶ τὸν υἱὸν αὑτοῦ Θεοφύλακτον τῷ πατριαρχικῷ θρόνῳ ἐγκαθιδρύει. ἐπὶ τῆς αὐτοῦ βασιλείας καὶ τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον ἐξ Ἐδέσης ἐν Κωνσταντινουπόλει ἀνεκομίσθη. ἀλλ' ὕστερον τὸν βασιλέα Ῥωμανὸν οἱ τούτου παῖδες τοῦ παλατίου καταγαγόντες ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, ἔνθα καὶ τελευτᾷ. οὓς πάλιν ὁ τούτου γαμβρὸς Κωνσταντῖνος, μήπως καὶ κατ' αὐτοῦ τὰ ὅμοια διαπράξωνται λογισάμενος, ἀναρπάστους τοῦ παλατίου καταγαγὼν καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις περιορίσας κληρικοὺς ἀπέκειρεν, σὺν αὐτοῖς βασιλεύσας ἡμέρας μγʹ. Κωνσταντῖνος ὁ τοῦ Λέοντος υἱὸς ὁ πρῶτος πορφυρογέννητος τὰ ὕπουλα ἐκ μέσου περιελών, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχὴν τὸ δεύτερον, κατὰ τὸ θεῖον πάσχα καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, Θεοφυλάκτου τοῦ πατριάρχου τὰς εὐχὰς τελέσαντος. εὐνούχισε δὲ καὶ Ῥωμανὸν 58 τὸν τοῦ Στεφάνου υἱόν, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης Βουλγάρας ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι, Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν. Θεοφύλακτος δὲ ὁ πατριάρχης ιγʹ μὲν ἐτῶν ὢν ὅτε διάκονος ἐχειροτονήθη, ιʹ δὲ ὅτε εἰς τὸν πατριαρχικὸν ἀνεβιβάσθη θρόνον, ἐπ' ἔτη κγʹ καὶ ἡμέρας κεʹ κακῶς καὶ ἀναξίως ἀρχιερατεύσας τὸν βίον κατέλιπεν· ἀντ' αὐτοῦ δὲ προβάλλεται ὁ μοναχὸς Πολύευκτος. ἐπὶ τῆς τούτου βασιλείας ἤχθη ἐξ Ἀντιοχείας καὶ ἡ τιμία χεὶρ τοῦ προδρόμου καὶ τὸ λείψανον τοῦ ἁγίου Γρηγορίου τοῦ θεολόγου. οὗτος οὖν ὁ βασιλεὺς Κωνσταντῖνος μονοκρατήσας, ὡς ἔφημεν, ἔτη ιεʹ νόσῳ περιπεσὼν τελευτᾷ. Μετὰ δὲ τὸν Κωνσταντῖνον ἐβασίλευσε Ῥωμανὸς ὁ τούτου υἱός, ὁ λεγόμενος παιδίον, ὃς νόσῳ περιπεσὼν ἐτελεύτησεν ἐτῶν ὑπάρχων κδʹ, βασιλεύσας ἔτη γʹ μῆνας δʹ ἡμέρας εʹ. Μετὰ δὲ τὸν Ῥωμανὸν διαδέχονται τὴν βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανοῖ τῇ μητρί, βασιλεύσαντες μῆνας εʹ σὺν Ἰωσὴφ τῷ Βρίγγα τότε παραδυναστεύοντι. Μετὰ δὲ τούτους Νικηφόρος ὁ Φωκᾶς βασιλεύει, στεφθεὶς παρὰ Πολυεύκτου τοῦ πατριάρχου. εἶτα καὶ τὴν Θεοφανὼ νόμιμον γαμετὴν ἄγεται. ὃς καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτιστοῦ Ἰωάννου εἰσήγαγεν ἐν τῇ πόλει, ὅπερ εὗρεν ἐν Βερροίᾳ. ἤγαγε δὲ καὶ τὸν κέραμον τὸν ἔχοντα τὸ ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, ὃν εὗρεν ἐν