19
ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης. Ὁ ζητῶν γνησίως τὸν Κύριον, κατορθώσει βίον θεωρητικὸν καὶ πρακτικόν. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσονται εἰρήνην. Τουτέστιν ἐν γαλήνῃ διαναπαύσονται παθῶν, ἐν ἀταραξίᾳ βιώσουσιν. Φυλάσσεται ἀσεβὴς εἰς ἡμέραν κακήν. Τουτέστιν εἰς κίνδυνον χαλεπὸν, εἰς περίστασιν. Καὶ διὰ τί μὴ ἀναιρῇ, λέγει Παῦλος; Ἵνα ἡ μακροθυμία φανῇ· ἔστω τις κακός· ἂν μὲν μεταβάληται, ἐκέρδανεν· ἂν δὲ ἐπιμείνῃ κακὸς, πάλιν ὠφέλησεν ἑτέρους, μείζονος τιμωρίας παρασχὼν ὑπόθεσιν. Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίου. [ιβιδ.] Κἂν στῆσαι βουληθῇ καὶ ὑπὸ κανόνα ἀγαγεῖν τὸ δίκαιον ἥδεται, ἐπιῤῥεπής ἐστιν ὁ Θεὸς πρὸς τὸ δίκαιον, οὐκ ἀκριβής· οὐ γὰρ ἀξίαν τῶν ἡμαρτημένων ἐπάγει ποινήν. Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά. Καὶ τῷ Θεῷ καὶ τῷ συνετῷ βασιλεῖ βδελυκτός ἐστιν ὁ ποιῶν κακά. Τοῦτο γὰρ διορθωτικὸν βασιλέως· εἰ βασιλεὺς εἶ, τὸν βασιλέα, φησὶ, μιμοῦ. Εἰ δὲ οὐ μιμῇ, οὐκ εἶ βασιλεύς· οὐ γὰρ ἰδιώταις δικάζεται μόνον, ἀλλὰ καὶ τοῖς βασιλεῦσιν αὐτοῖς. ∆εκτὰ βασιλεῖ χείλη δίκαια. Εἶπεν οἷον δεῖ τὸν βασιλέα εἶναι· λέγει καὶ περὶ τῶν ὑπηκόων, πῶς αὐτὸν φοβεῖσθαι χρή· Ἐν φωτὶ ζωῆς, υἱὸς βασιλέως. Τουτέστιν ἐν ἀγαθοῖς πολλοῖς, ἐν εὐπραγίᾳ· Οἱ δὲ προσδεκτοὶ 64.709 αὐτῷ, ὥσπερ νέφος ὄψιμον. Ἀντὶ τοῦ, ἡδεῖς, θαυμαστοί. Ὄψιμον δὲ νέφος οἱ ἐγγὺς τῆς παρουσίας πιστεύσαντες· ταῦτα δὲ λέγειν ἐμοὶ δοκεῖ, μὴ ἐπιτίθεσθαι τυραννίδι, ἀλλ' ἐᾷν κατὰ γένος τὰ τῆς διαδοχῆς. Νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου. Τὰ μικρὰ νοήματα τοῦ Χριστοῦ αἱρετώτερα τῆς ὑπερηφάνου παιδείας τῶν ἔξω· ἢ τὰ κυήματα τῆς σοφίας τοῦ Θεοῦ, αἱρετώτερα τῆς τοῦ κόσμου σοφίας. Πρὸ συντριβῆς ἡγεῖται ὕβρις. [ξοδ. φ. 70 β.] Ἡ συντριβὴ σημαίνει ποτὲ μὲν τὴν ἁμαρτίαν, πῆ δὲ τὴν τιμωρίαν· ἔστι δὲ ὅτε ἀμφότερα. Μὴ οὖν ὑβρίσῃς, τουτέστι μὴ ἁμαρτήσῃς, ἵνα φύγῃς τὴν τιμωρίαν. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως. Βέλτιόν φησι ταπεινὸν εἶναι μετὰ πενίας, ἢ πλούσιον μετὰ ὕβρεως· καίτοι ἐκεῖνα ἀμφότερα ἐλεεινὰ καὶ ἄθλια· ἀλλὰ ταῦτα βελτίω, φησίν. Ἢ κρείσσων ὁ μετ' ὀλίγης γνώσεως κρατῶν τῶν παθῶν, ἢ ὃς οἶδε διαιρεῖν λόγους μετὰ κακῶν καὶ ὑπερηφάνων λογισμῶν. Τοὺς σοφοὺς καὶ φρονίμους, φαύλους καλοῦσιν· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. [ξοδ. φ. 70 β.] Τάχα ἡ φρόνησις, τῆς σοφίας δοκεῖ πλείων εἶναι· ἢ σοφοὺς, τοὺς ἔξωθεν σοφοὺς φησὶ, τοὺς ἐν ἐπιστήμῃ τινί· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, οἱ κόλακες πλέον τῶν σοφῶν συγκροτηθήσονται, καὶ πλεῖον τῶν αὐτοῖς προσόντων ἀκούσονται. Ἢ καὶ οὕτως· Οὐχὶ φρόνιμοι καὶ σοφοὶ μόνον, ἀλλὰ καὶ τούτων εἴ τι τιμιώτερον ἀκούσονται. Πηγὴ ζωῆς, ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. [ξοδ. φ. 71 α.] Ἔστι, φησὶ, καὶ παρ' ἐκείνοις παιδεία, ἀλλὰ κακή. Ἢ ἔννοιαν μὲν, τὸ διαλαμβάνειν τῶν πραγμάτων ὡς ἔχουσιν εἶπε· παιδείαν δὲ τὸν θάνατον ἐπιφέρουσαν· ἢ καὶ τὴν κακίαν τὴν ἀνεξέλεγκτον. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. [ιβιδ.] Προειδὼς γὰρ οὗτος φθέγγεται. Καὶ οἱ προφῆται γὰρ ᾔδεσαν ἃ ἐφθέγγοντο, καὶ οὐκ ἐνθουσιῶντες, ὥς φασι Φρύγες. Εἰ γὰρ φῶς ὁ Θεὸς, δηλονότι φωτιζόμενοι ἑώρων τὰ μέλλοντα. Κηρία μέλιτος, λόγοι καλοί. Κηρίον διὰ τὴν ἑτοιμασίαν καὶ τὴν ποιότητα· ἔχουσι γὰρ τὴν ἐκ τῆς ἀληθείας γλυκύτητα ἰωμένην ψυχάς· ἰᾶται γὰρ ψυχὴν τὸ μέλι τὸ νοητόν· ἄλλως δὲ καὶ ὁ προσηνὴς ἐν λόγοις, πᾶσιν ἡδύς· Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, κ. τ. λ. Τουτέστιν ἀνάγκην ἐπιτίθησιν ἑαυτῷ ὥστε ἀπολέσθαι. Πολλαχοῦ γὰρ τοιοῦτον ὁ πόνος. Ἐμοὶ δὲ δοκεῖ ὅτι πονηρίαν λέγει, οἷον· ὅτι ἑαυτῷ πονηρός ἐστιν· ἢ ἀντὶ τοῦ, ὁ ὑποτάσσων τὰ πάθη, ἑαυτῷ κάμνει καὶ οὐκ ἄλλῳ, καὶ ἐξωθεῖ τὴν ἀπώλειαν σωζόμενος. Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά. [ξοδ. φ. 71 β.] Οἱ ὀρύσσοντες τὰς Γραφὰς ἑτερόδοξοι οὐκ ἐπὶ τῷ μαργαρίτας εὑρεῖν, ἀλλὰ παραφθεῖραι καὶ παγίδα στῆσαι, θησαυρίζουσι πῦρ,