20
Ἱεραπόλει, 59 ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἕνα πεπιλημένον αἵματι. οὗτος βασιλεύσας ἔτη ʹ φονεύεται ἐν τῷ παλατίῳ βουλῇ τῆς βασιλίσσης Θεοφανοῦς παρὰ τοῦ Τζιμισκῆ καὶ τῶν αὐτοῦ συνωμοτῶν. Μετὰ δὲ τοῦτον βασιλεύει Ἰωάννης ὁ Τζιμισκῆς, συμβασιλεύοντας ἔχων αὐτῷ Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ. ἄγεται δὲ γυναῖκα Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δὲ τοῦ πορφυρογεννήτου Κωνσταντίνου. στέφεται δὲ τῷ τῆς βασιλείας διαδήματι παρὰ Πολυεύκτου πατριάρχου, πρότερον αὐτῷ πεισθεὶς καὶ τοὺς Νικηφόρου αὐτόχειρας ἐκ μέσου ποιήσας, καὶ τὴν Θεοφανὼ τοῦ παλατίου καταβιβάσας καὶ ἐξορίσας, καὶ τὸν τόμον διαρρήξας ὃν ἐπὶ συγχύσει τῶν ἐκκλησιαστικῶν ὁ Φωκᾶς Νικηφόρος ἐξέθετο. μετὰ δὲ τὴν τούτου ἀναγόρευσιν λεʹ μόνας ἡμέρας ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν, καὶ προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης Βασίλειος ὁ Σκαμανδρηνός, ὃς ἐπ' αἰτίαις τισὶ διαβληθεὶς συνοδικῶς καθῃρέθη. προεβλήθη δὲ ἀντ' αὐτοῦ Ἀντώνιος ὁ Στουδίτης. ὁ δὲ Τζιμισκῆς βασιλεύσας ἔτη ʹ καὶ ἡμέρας λʹ, φαρμάκῳ κατεργασθεὶς παρὰ Βασιλείου τοῦ παρακοιμωμένου, θνήσκει διαδόχους καταλιπὼν Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας Ῥωμανοῦ. Μετὰ οὖν τὸν Τζιμισκῆ κρατοῦσι τῆς βασιλείας Βασίλειος καὶ Κωνσταντῖνος ὁ πορφυρογέννητος ἔτη γʹ, ὧν ὁ μὲν Βασίλειος τὸν κʹ ἤνυε τῆς ἡλικίας χρόνον, τὸν ιζʹ δὲ ὁ Κωνσταντῖνος. διὸ καὶ τὸ τῆς βασιλείας ὄνομα μόνον τούτων ἐχόντων πᾶσαν τὴν τῶν 60 πραγμάτων μεταχείρησιν Βασίλειος ὁ παρακοιμώμενος ἐνήργει, ὃς ἅμα καὶ τὴν τούτων μητέρα πέμψας ἀπὸ τῆς ὑπερορίας ἄγει εἰς τὰ βασίλεια. Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνους ιβʹ καὶ μῆνας ηʹ τὴν ἐκκλησίαν ἰθύναντος καὶ λύσαντος τὴν ζωήν, χειροτονεῖται Σισίννιος μάγιστρος, ἀνὴρ ἐλλόγιμος καὶ ἰατρικῆς καὶ νομικῆς τέχνης ἥκων εἰς τὸ ἀκρότατον. καὶ οὗτος δὲ ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος, ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων εἰς Φώτιον τὸν πατριάρχην, ὃς ἐπὶ κʹ ὅλους ἐνιαυτοὺς τὴν τοῦ θεοῦ ποιμάνας ἐκκλησίαν πρὸς κύριον ἐξεδήμησε, καὶ προεβλήθη πατριάρχης Εὐστάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν βασιλείοις ναοῦ. ἀνεκαίνισε δὲ ὁ βασιλεὺς Βασίλειος καὶ τὸν ἀγωγὸν Οὐάλεντος τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἐν τῷ Βυζαντίῳ ἀφθονίαν ὕδατος. οὗτος αἰφνιδίῳ νόσῳ ληφθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, οὗ διάδοχον ὁ βασιλεὺς Ἀλέξιον μοναχὸν ἐποιήσατο ἐκκλησιάρχην ὄντα ἐν τῇ τοῦ Στουδίου μονῇ. τοῦ οὖν βασιλέως Βασιλείου τελευτήσαντος καὶ ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ θεολόγου ταφέντος, ὁ τούτου ἀδελφὸς Κωνσταντῖνος μόνος τὸ τῆς βασιλείας ἀνεδήσατο κράτος· ὃς ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον οʹ ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς αὐτοκράτωρ γεγονώς, αἰφνιδίῳ νόσῳ ληφθεὶς καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἀντ' αὐτοῦ βασιλέα προχειρίζεται Ῥωμανὸν τὸν Ἀργυρόν, συζεύξας πρότερον 61 αὐτῷ τὴν ἰδίαν θυγατέρα Ζωήν, ὡς τῆς αὐτοῦ γυναικὸς ἑκουσίως τὴν τρίχα κειραμένης διὰ τὸ κινδυνεύειν τὸν αὐτῆς ἄνδρα Ῥωμανὸν πηρωθῆναι παρὰ τοῦ βασιλέως, καὶ διὰ τοῦτο σὺν τῇ ὄψει καὶ τὴν βασιλείαν τῷ συζύγῳ χαρισαμένης. οὕτως παρὰ πᾶσαν ἐλπίδα τὸν τῆς πηρώσεως κίνδυνον διαδρὰς ὁ βασιλεὺς Ῥωμανὸς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύεται θυγατρί, οὐκ ὀλίγας ἀγαθουργίας ἅμα τῷ βασιλεῦσαι ποιήσας. ἐξέκοψε δὲ καὶ τὸ ἀλληλέγγυον, ὃ παρὰ Βασιλείου τυπωθὲν ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ἐκκόψαι, οὐκ ἔφθασε δέ. ἐπὶ τῆς τούτου βασιλείας καὶ Γεώργιος ὁ Μανιάκης τὴν Ἔδεσαν ἑλών, ἐν ταύτῃ εὑρὼν τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ βασιλεῖ Ῥωμανῷ ἐν Βυζαντίῳ ἀπέστειλεν. οὕτως νόσῳ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου ὀρφανοτρόφου· πρὸς