1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

20

τὴν ἐγκρύφιον κακίαν εἰς φανερὸν ἄγοντες. Οἱ τοιοῦτοι μικρὸν ἡγούμενοι τὸ ἑαυτοὺς μόνους εἶναι κακοὺς, τὴν οἰκείαν κακίαν εἰς τοὺς πολλοὺς ἄγουσιν. Ἀνὴρ 64.712 σκολιὸς καὶ ἄλλους τοιούτους ἐπειγόμενος ποιεῖν· διὸ καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται· ἢ σκολιὸν ἄνδρα ἔοικε λέγειν τὸν διάβολον, ὃς τοὺς ἀγαθοὺς τῆς ψυχῆς λογισμοὺς χωρίζει. Καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Λαμπτῆρα δὲ δόλου τοὺς δαίμονας λέγει, διδασκομένους παρ' αὐτοῦ διαχωρίζειν φίλους, τοὺς διὰ τῆς γνώσεως ἀλλήλοις συναπτομένους ἁγίους· ἥτις πέφυκε συνάπτειν αὐτοὺς καὶ τοῖς ἀγγέλοις. Ἀνὴρ σκολιός. [ιβιδ.] Ὁ μέντοι διεστραμμένος, οὐ πολλοῦ δεῖται πόνου πρὸς τὸ τὴν ἀπώλειαν ἐφελκύσασθαι. Ἀρκεῖ γὰρ αὐτῷ πρὸς τοῦτο καὶ λόγος βλάσφημος εἷς· εἴη δὲ σκολιὸς ὁ στρεβλὸς, πλείους ἔχων κάμπας. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων. [ξοδ. φ. 72 α.] Ἐσχάτη παρανομία τὸ ἀποπειρᾶσθαι καὶ δι' ἀπάτης κλέπτειν τὸν πλησίον. Ἢ ὁ φιλίαν παράνομον καὶ ἐσχηματισμένην ἔχων ἀπάγει δι' ἀπάτης, ἐπὶ μὲν τῶν αἰσθητῶν, εἰς ἀνοδίαν· ἐπὶ δὲ νοητῶν, εἰς ἀπορίαν θεωρημάτων. Στηρίζων ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα. Οἷον στηρίσας ἐπὶ κακὰ τὸν ἴδιον νοῦν, καὶ τοιαύτην ἕξιν ἀναλαβὼν, οὐδὲν ὀρθὸν ἐπιλογίζεται· πρὸς δὲ ὁμοίαν ἐνέργειαν προφέρει λόγους τοὺς λογισμοὺς, φυσικὴν εἶναι λέγει τὴν ἡδονὴν, καὶ δεῖν ἡμᾶς ἀκολουθῆσαι τῇ φύσει. Στηρίζων δὲ ὀφθαλμοὺς, τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν, λέγει. Φυσικὴ ἡ ἡδονή. Χρηστέον αὐτῇ ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Στέφανος καυχήσεως γῆρας. [ξοδ. φ. 72 β.] Εἰκότως· οὐ γὰρ τῆς φύσεως ἦν τὸ πρᾶγμα, ἀλλὰ κατόρθωμα. Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν, ὡς μακροθυμία· παρ' οὐδενὸς οὐδὲν πάσχει δεινόν· ἀπαθής ἐστι τὴν ψυχήν. Καίτοι νομίζουσί τινες ἐν πολέμοις, ὀργῆς δεῖν, τότε δὲ μάλιστα δεῖ κρατεῖν τῶν παθῶν. Οὐ χερσὶ γὰρ μόνον, ἀλλὰ καὶ σοφίᾳ τὸ πλέον ἀνύεται. Ἢ οὕτως· Ὁ στρατηγὸς πόλιν ἑλὼν, ἅρπαγμα διέθηκεν ὡς ἠβουλήθη· ὁ δὲ τῶν παθῶν ἡνίοχος, ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν ζωῇ. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις. Κόλπον τὸ ἡγεμονικόν φησιν ἡ Γραφή· ὡς τό· Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ἐξ οὗ γὰρ ἡ κίνησις, εἰς αὐτὸ καὶ ἡ τιμωρία· εἰ δὲ ἔστι καὶ κόλπος ψεκτὸς, τὴν ἀγνωσίαν δηλοῖ.

ΚΕΦΑΛ. ΙΖʹ.

Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, κ. τ. λ. Τοῦ ἄνωθεν ἄρτου μερικὴ γνῶσις ἀμείνων, εἰρήνην παρέχουσα μετὰ τέρψεως, ἢ τὸ πλουτεῖν ἐν γνώσει ψευδωνύμων δογμάτων. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Ἢ τοῦτό φησιν, ὅτι καὶ αὐτὸς μεταξὺ τῶν ἀδελφῶν ἔσται, καὶ ὡς ἀδελφός. Ἢ ὅτι ὡς πατὴρ αὐτῶν δυνήσεται εἶναι δεσπόζων, οὐχ ὡς δεσπότης μόνον. Ἢ ἐπὶ τοῦ ἐξ ἐθνῶν λαοῦ, ὡς δοῦλος ὢν, Χριστὸς γὰρ αὐτὸν ἐξηγόρασε, τῶν εὐγενῶν καὶ δεσποτῶν Ἰουδαίων ἐκράτησεν. Ὥσπερ δοκιμάζεται 64.713 ἐν καμίνῳ ἄργυρος καὶ χρυσός. [ξοδ. φ. 73 β.] ∆ι' ἀρετῆς ἀνάδειξιν, οἱ δίκαιοι προσομιλοῦσι τοῖς λυπηροῖς, καὶ διὰ κάθαρσιν τελείαν. Κακὸς ὑπακούει γλώσσης παρανόμων. Οὐκ ἄρα τὸ φθέγξασθαι, ἀλλὰ καὶ τὸ ὑπακούειν, παρανομίας καὶ πονηρίας ἐσχάτης. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. [ιβιδ.] Τίνος ἕνεκεν; Ὅτι ὁ Θεὸς ἐποίησε πτωχὸν αὐτόν. Τίς δὲ οὕτως ὠμὸς, τίς οὕτως ἀπάνθρωπος, ὃς ἡνίκα κάμπτεσθαι δέει, τότε γελᾷν; Ἄρα καὶ αὐτὸς ὑπεύθυνός ἐστι τῇ τιμωρίᾳ· καί τοι ἀπόλλυται ὡς εἰς τὴν τοῦ Θεοῦ μεγάλην καὶ σοφὴν διοίκησιν ἁμαρτάνων. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Εἴτε τῷ ἐκπεσόντι θείας